Λουκᾶ, οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον ζῶον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας, ἐπιτιμᾶσθαι οὐκ εὔ λογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακω τικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάν τως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης. Οὐδὲ γὰρ ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς τὸ διὰ τοῦ σώματος πειράσαι αὐτὸν, περὶ τοῦτο κατ ηγορητέος ὁ Ἰὼβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σω ματικοὺς πειραζόμεθα πόνους, τὸ, Ἀλλὰ τῆς ψυ χῆς αὐτοῦ μὴ ἅψητε· ὡς καὶ ὁ Κύριος ἐπιτιμῶν ἰᾶται τοὺς ἔχοντας. Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας ἑνὶ ἑκάστῳ τῶν νο σούντων, καὶ ἀπήλλαττεν αὐτοὺς τοῦ νοσήματος, δεικνὺς ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ δύναμιν ἐμφυτεύσας αὐτῇ.(A f. 81 b, B f. 53 b, H f. 249 b) ἵνα μάθωμεν ὡς καίτοι καθ' ἡμᾶς γε γονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς, πάντα πληρῶν εὐκόλως καὶ διὰ τῆς οἰκείας σαρκός· εἰργάζετο γὰρ καὶ δι' αὐτῆς τὰ πα ράδοξα· καὶ μὴ σφόδρα θαυμάσῃς, διαλογίζου δὲ μᾶλλον ὡς καὶ ἐν σκεύει χαλκῷ γεγονὸς τὸ πῦρ, τῆς ἰδίας αὐτῷ θερμότητος ἐντίθησι τὴν ἐνέργειαν. Οὕτω 72.552 τοίνυν καὶ ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτῷ κατὰ ἀλήθειαν ἔμψυχόν τε καὶ ἔννουν τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν, τῆς ἰδίας αὐτῷ καὶ θεο πρεποῦς ἰσχύος ἐνεφύτευσε τὴν ἐνέργειαν· καὶ γοῦν Ἰουδαίους ἐκδυσωπῶν· "Εἰ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Ἔστι τοίνυν ἰδεῖν μαρτυρούσης ἀληθείας αὐτῆς, ὡς οὐχ ὡς ἀνθρώπῳ παρ' ἑαυτὸν ἀνὰ μέρος ὄντι καὶ νοουμένῳ τῷ ἐκ γυναικὸς, τὴν ἰδίαν ἔδωκε δόξαν ὁ Μονογενὴς, ἀλλ' ὡς εἷς ὑπάρχων Υἱὸς, μετὰ τοῦ ἑνωθέντος αὐτῷ ἁγίου σώματος, εἰργάζετο τὰς θεο σημείας· προσκυνεῖται δὲ καὶ παρὰ τῆς κτίσεως ὡς Θεός. Καὶ γοῦν εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν Πέτρου, ἐπειδὴ γύναιον ἐπὶ κλίνης ἔῤῥιπτο, λάβρῳ πυρετῷ δαπανώμενον· καίτοι δυνάμενος εἰπεῖν ὡς Θεός· Ἀπόθου τὴν νόσον, ἀνάστηθι, τοῦτο μὲν οὐ πεποίη κεν· ἐνεργὸν δὲ πρὸς θεραπείαν ἀποφαίνων τὴν ἑαυ τοῦ σάρκα, Θεοῦ γὰρ ἦν σὰρξ, ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ παραχρῆμα, φησὶ ἡ Γραφὴ, ἀφῆκεν αὐ τὴν ὁ πυρετός.Ἀλλ' ὑποδεξώμεθα καὶ ἡμεῖς τὸν Ἰησοῦν· ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν, καὶ ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδο νῶν τὴν πύρωσιν ἀποσβέσει, ἐγερεῖ δὲ καὶ εὐρώστους ἀποφανεῖ, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι τὰ δοκοῦντα αὐτῷ πληροῦν. (A f. 81 b, E f.114 b, H f. 251) Ἄθρει δέ μοι πάλιν ὅσην ἔχει τὴν ὠφέλειαν τῆς ἁγίας αὐτοῦ σαρ κὸς ἐπαφή· ἐλαύνει γὰρ καὶ ποικίλας νόσους, καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύναμιν καταστρέφει, καὶ τοσοῦτον δῆμον θεραπεύει ἐν μιᾷ καιροῦ ῥοπῇ. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πλη ροῦν δυνάμενος τὰς τερατουργίας, ἵνα τι τῶν ἀναγ καίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀῤῥωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν αὐτὸς ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύνα μιν ἐμφυτεύσας αὐτῇ. Οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀῤῥωστημάτων, καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν. (A f. 81 b, H f. 251) Οὐκ ἠφίει τοὺς ἀκαθάρτους δαίμονας ὁμολογεῖν αὐτόν· οὐ γὰρ ἔδει τῆς ἀποστο λικῆς λειτουργίας τὴν δόξαν ἁρπάζειν αὐτοὺς, ἀλλ' οὔτε ἔδει ἐξ ἀκαθάρτου γλώττης λαλεῖσθαι τοῦ Χρι στοῦ μυστήριον· ὥστε κἂν λέγωσί τι τῶν ἀληθῶν, πιστευέτω μηδείς· οὐ γὰρ διὰ σκότους τὸ φῶς γι νώσκεται· καὶ τοῦτο διδάξει λέγων ὁ Χριστοῦ μα θητής· "Τίς γὰρ κοινωνία φωτὶ