πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴν ζητουμένην, εἶτα συνέκλεισεν ὄπισθεν αὐτῶν, ὡς μόλις δυνηθῆναι τοὺς ἐξελθόντας ἔσω γενέσθαι τῆς πόλεως, κἀντεῦθεν ἐκείνους δεινὴν οὕτω ποινὴν τοῦ θαρσεῖν τινυμένους διομόσασθαι ἡσυχάζειν τοῦ λοιποῦ καὶ μὴ βιάζεσθαι τὰ μὴ δυνατά, ἔνθα Θεὸς ἄλλα βούλεται. Οὐκ ἂν δὲ εἴη πάρεργον ἐνταῦθα προσιστορῆσαι πρὸς θαῦμα τοῦ στρατηγοῦ καὶ ὅτι, τοῦ κατὰ τὸν Χοῦμνον πολέμου ἔξω τότε ῥαγέντος καὶ τοῦ πράγματος διηκουσμένου καὶ εἰς αὐτόν, αὐτὸς ἀφεὶς διπλῶσαι τοῖς βαρβάροις τὸν κίνδυνον, εἴπερ ὁ Χοῦμνος μὲν ἐκεῖθεν πονοῖτο, αὐτὸς δ' ἐνταῦθα καταστρατηγοίη, ὡς ἂν κακοῖς ἑκατέρωθεν ἐναποληφθὲν τὸ βάρβαρον καὶ κατά τε στέρνων καὶ κατά τε νώτων πληττόμενον καὶ βαλλόμενον ὀχλοῖτο, οὕτω γοῦν στρατηγεῖν ἀφεὶς ὡς ἔπρεπε, πομπικῶς ἄλλως διέκειτο. Ὕψιστος. γὰρ ἐν τῷ ἑῴῳ γηλόφῳ τοῦ καθ' ἡμᾶς Ζαβαρείου ἐπανηγύριζε, θεωρικῶς τὴν τῆς μάχης ἐκείνης γνωματεύων διάθεσιν, ἣν ἐγειρομένη κόνις ὑπὸ τῶν τρεχόντων καὶ ἀντιτρεχόντων ἐσήμαινε. Καὶ οἷα μὲν αὐτὸς τότε εὔχετο ἂν ἢ κατεύχετο οὐδεὶς ἂν εἰδείη μαθών· ἐκεῖνο δὲ δῆλον, ὡς ὤκνει κἀνταῦθα τοὺς Λατίνους ὀχλῆσαι καί τι σκύλας ἀπασχολῆσαι τοῦ καθ' ἡμῶν πολέμου, ὡς οἷα τάχα που δεδιὼς μὴ καὶ ἐπικαλέσωσιν ὡς δι' αὐτὸν δίπαλτοι τὸ Ῥωμαϊκὸν αὐτοῖς ἐπετέθησαν στράτευμα. Καὶ ἔπασχε μὲν τηνικαῦτα μυκτῆρα ἐκ τῶν γυναικῶν, ὅτι καθελὼν ἐκείνας τοῦ ἄνω ἐκεῖ ἑστάναι αὐτὸς οὐ κατά τι αἴσιον ἀναβαίη, γυναικεῖον τόπον ἀναπληρῶν· ἦν δὲ αὐτῷ καὶ ὁ ἐκ τῶν γυναίων μῶμος ὡσεὶ οὐθέν. Πόθεν γὰρ εἶχε γνοὺς ἐννοήσασθαι ὡς πολλοὶ γυναικῶν ὀνειδισμοὶ σφαλλομένους ἄνδρας ἀνώρθωσαν, βαρβαρικούς τε καὶ Ἕλληνας; Καὶ ἔχομεν καὶ ταύτην βλάβην ἐξ αὐτοῦ μεγάλην καὶ προφανῆ· ἐμάθομεν γὰρ αὐτῶν Λατίνων ἐξαγγελλόντων ὡς, εἴπερ τὴν ὥραν ἐκείνην, καθ' ἣν ὁ Χοῦμνος αὐτοῖς ἐπέθετο, ἐνεπήδησαν οἱ τῆς πόλεως περὶ τὸν ναύσταθμον, τάς τε μηχανὰς ἁπάσας εἷλον ἂν καὶ τὸ στρατόπεδον ἀπήγαγον, ἐμπρήσαντες καὶ νῆας, ὅσας ἐξεγένετο ἂν αὐτοῖς. 88 Ἀλλὰ τοῦτο μὲν ὕστερον ἡμῖν ἐπῆλθε μαθεῖν· ὁ δὲ στρατηγὸς τέως μεθώδευεν ἀσκύλτως τὰ ἑαυτοῦ καὶ ἐνετρύφα τῇ ἀρχῇ· καὶ παρακαλούμενος εἰς ἔργα φιλοπονικῶς, αὐτὸς ἑώρταζε τὸ ἀπορρᾳθυμεῖν καὶ ἀναπίπτειν καὶ ἀνίεσθαι καὶ καταπροΐεσθαι τὰ ἡμέτερα μίσει τῷ κατὰ τοῦ βασιλέως, κάκιστα μέν, ἀνθρωπίνως δ' οὖν, ἰδίου κακοῦ τοῦ κατ' αὐτὸν τὸ καθ' ἡμᾶς κοινὸν ἀλλαττόμενος καὶ τὴν τοῦ Σικελοῦ τῆς τοῦ Μεγάλου Κωνσταντίνου προτιθείς, καί, ὡς ἂν εἴποι τις, τοῦ κατὰ Χάρυβδιν σκοπέλου τὸν ἕτερον ἀνθαιρούμενος. Καὶ ὤχλει μὲν αὐτὸν εἰς τὰ καλὰ καὶ ὁ σεβαστὸς Ἰωάννης ὁ Μαυροζώμης, ἐν τῷ ἐκ Πελοποννήσου ἀναβαίνειν μετὰ στρατοῦ παραμείνας ἐνταῦθα, οὔ τι κατ' εὔνοιαν μάλα τῶν καθ' ἡμᾶς, ὡς ὑπενόουν πολλοί, ἀλλὰ τοῦτο μὲν εἰς πρόφασιν, πρὸς ἀλήθειαν δὲ πόθῳ καὶ αὐτὸς τοῦ βλέπειν, οὗπερ ἐκπεσεῖν -μή τι δὲ ἄρα καὶ τοῦ ζῆν-φόβον εἶχε καὶ αὐτὸς ἐκ τοῦ Ἀνδρονίκου, ὡς λόγος ἔρρεε. Καὶ ὅμως ἐλάλει καλὰ καὶ ἤλεγχε τὸν στρατηγόν, ὅπως ἂν καὶ διέκειτο. Ὁ δὲ οὐδ' αὐτοῦ ἐπίστροφος ἦν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδενός, ἓν ἐκεῖνο σκέμμα στήσας ἐν ἑαυτῷ, τῇ Θεσσαλονίκῃ συγκατοιχήσεσθαι δέει τοῦ Ἀνδρονίκου. Καὶ μὴν εἶχεν ἂν ἐγγύην ἐπινοήσασθαι ὡς, εἴγε σώσει τὴν πόλιν, ἐκμειλίξεται τὸν ἄγριον, οἷα πεπιστωμένος εἶναι ζῆν ἄξιος. Ἀλλ' οὔτε τὸν τοῦ βασιλικοῦ ἤθους Εὔριπον ἐθάρρει στήθεσθαι ἂν ἐπί τινος καλοῦ καὶ αἱ ἁμαρτίαι δὲ ἡμῶν ἀπήγαγον αὐτοῦ τὴν τοιαύτην ἔννοιαν. Καὶ ὧδε μὲν ἡ κεφαλὴ τῆς πόλεως. Τὸ δέ γε λοιπὸν ἅπαν σῶμα πάντῃ διάφορον ἦν, ἑτεροιούμενον εἰς ἀγαθόν. Καὶ οἱ μὲν ἔξωθεν στρατευσάμενοι οὐκ ἂν ἔχοι τις εἰπεῖν ὡς τὸ ἀρεϊκὸν ἐψεύδοντο, οἷς ἐνέπρεπον καὶ οἱ ἐξ Ἀλανῶν καὶ εἴ τινες Ἴβηρες. Οἱ δὲ τῆς πόλεως ἰθαγενεῖς, τὸ γνήσιον τηροῦντες φιλόπατρι, οὐ πολλοὶ μὲν ἦσαν· τὸ γὰρ πλεῖον ἀνέμοις ἑαυτὸ ἐπιτρέψαν ᾤχετο, καὶ μάλιστα τὸ προέχον κατά τε χεῖρα, ὡς ἐρρέθη, καὶ τὸ δύνασθαι