1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

27

καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσαν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν· καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο. Ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων, ἔσβεστο· ὅτε δὲ διαῤῥῆξαι τὰ δεσμὰ ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο. Εἶδες πόση ἡ ἐγγύτης, καὶ οὐκ ἠπατήθη τὸ πῦρ, οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησε; Τίνος δὲ ἕνεκεν ἔδησεν ἐμβαλεῖν μέλλων; Ἵνα μεῖζον τὸ θαῦμα γένηται· ἵνα παραδοξότερον τὸ σημεῖον δειχθῇ· ἵνα μὴ νομίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν, οὐκ ἂν αὐτοὺς ἔξω καθημένους ἥρπασε· νῦν δὲ ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Καὶ ἐπειδὴ εἶδεν ὁ τύραννος τοὺς παῖδας μηδὲν παθόντας δεινὸν, ἄκουσον πῶς μετεβάλετο· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε, 63.603 φησίν. Οὐ πρὸ βραχέος ἔλεγε, Καὶ τίς ἐστι Θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολὴ αὕτη; τοὺς ἔξω διαφθαρέντας εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα φιλοσοφεῖν; εἶδες πόση μεταβολὴ τῷ βασιλεῖ γέγονε; διὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἅπαντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους οὐδεὶς παραβλάψαι δυνήσεται. Καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰὼβ τοῦτο ἐποίησεν· ἀφῆκε τὸν διάβολον πᾶσαν αὑτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ἐλείπετο τρόπος, τότε ἀνεβίβασε τὸν ἀθλητὴν ἀπὸ τοῦ σκάμματος, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται. Ἀλλὰ καὶ ὁ μακάριος Παῦλος, ὁ τὴν οἰκουμένην φωτίσας πᾶσαν, ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς τῆς οἰκουμένης ἐγένετο. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν, καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέψαι χρησίμως· καὶ ἐπειδὴ καθ' ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτω σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινὸν, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος, παρακούσῃ τῶν λεγομένων· καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ' οὐδὲ εὐεργετοῦντα ἐνεγκεῖν δύναται. Οὐ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε. Τί δὲ ὁ Πέτρος; Ἐμβὰς, φησὶν, ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Ὁρᾷς πῶς ἐπεμβαίνει τῷ πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου ∆εσπότην κερδάνῃ; ∆ιὰ τί γὰρ καὶ παρακαλεῖ τὸν Σίμονα ὁ Κύριος; διὰ τί ὁ Σίμων διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν; Ἐδυσφόρει δὲ σφόδρα κεναῖς χερσὶν ἀποπλύνων τὰ δίκτυα, καὶ κόπον κόπῳ συνάπτων, καὶ μηδὲν πορίσασθαι ἔχων, ἠθύμει. Τούτου χάριν ὁ Κύριος θεωρήσας αὐτὸν καταστυγνάσαντα, φησὶ πρὸς αὐτόν· Μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν, διδάξω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος. Ὁ δὲ Σίμων ἔτι βεβαπτισμένος τῇ λύπῃ τῆς ἀποτυχίας, φησὶ πρὸς τὸν Κύριον· Πόθεν παραγέγονας, ἄνθρωπε; τί μοι δι' ὄχλου γίνῃ; ἄλλην περίβλεψαι σκάφην, εἴ γε βούλει τὴν λίμνην περιαυλίζεσθαι. Ὁρᾷς με πενθοῦντα, ὡς ἄρτου μὴ εὐποροῦντα, καὶ λόγον Θεοῦ χορηγεῖν ἐπαγγέλλῃ; οὐ περιβλέψομαι πόθεν ἀργύρια δανείσομαι, ἵνα τὴν πενθεράν μου, καὶ τὴν γυναῖκά μου θρέψω; Ἀλλά σοι τὸ πλοιάριον ὑποστρώσω, ἵνα καὶ τὴν ἡμέραν, ὡς τὴν νύκτα, ματαιοπονήσω; Εἰ ἐπιφέρῃ ναῦλον, ἐπίβηθί μου τῷ πλοίῳ· εἰ δὲ μὴ βαστάζεις, ἄπελθε, παρακαλῶ· ἐμὲ γὰρ δόσις, οὐ λόγος τρέφει. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Μὴ δυσχέραινε, Σίμων· ὄντως ὡς ναύτης λαλεῖς· μή μου ζημίαν τὴν παρουσίαν ἡγήσῃ, ἀλλ' εὐπορίαν μᾶλλον, ἢ ἀπορίαν. Ταῦτα ἀκούσας ὁ Σίμων, καὶ τῇ ἐλπίδι τῆς μισθαποληψίας μικρὸν ἱλαρυνθεὶς τῷ προσώπῳ, ἐν τῷ πλοίῳ τὸν Κύριον ὑποδέχεται. Ὁ δὲ Ἰησοῦς, Καθίσας, φησὶν, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους· ὁ δὲ Σίμων ἀκούων ἤρξατο γογγύζειν, καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκῶ λαβεῖν; ἐπὶ ζημίᾳ νυχθημερινῇ