πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ;" ΚΕΦ. Εʹ. Καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ' αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. (A f. 82 b, B f. 54 b, E f.114 b, H f. 253 b) Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὐτεχνὲς, τὸ ἐπί γε 72.553 τῇ θήρᾳ τῶν τεθηρευκότων τὴν ὑπ' οὐρανὸν, φημὶ δὴ τῶν ἁγίων ἀποστόλων, οἱ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ τοῦ Χριστοῦ γεγόνασι λῖνον· ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. Καὶ γοῦν ἔφη που δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτούς." Καὶ τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλη σιῶν ἡγουμένους τε καὶ μυσταγωγούς. Σὺ δέ μοι σκόπει, ὡς οὐ κηρύττει μόνον, ἀλλὰ καὶ σημεῖα ἐπι δείκνυται, ἐνέχυρα τῆς αὐτοῦ παρέχων δυνάμεως, καὶ τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιῶν τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέ πεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθη τάς· ἵν' εἰδεῖεν ὡς πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σί μωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, κ.τ.λ. (A f. 82 b, E f.115, H f. 254) Καὶ γοῦν μετὰ τὴν αὐτάρκη διδασκαλίαν, ἐπειδὴ καὶ ἔργον ἔδει θεῖον προσθεῖναι τοῖς λόγοις ἐπ' ὠφελείᾳ τῶν θεωμένων, προσέταξε τοῖς περὶ τὸν Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. Οἱ δὲ δι' ὅλης μὲν ἔφασκον κοπιάσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καθῆκαν τὸ λῖνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων· ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος, τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶ σιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυ σταγωγίας τὸ λῖνον ἁπλώσαντες, ἀλλ' ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξουσι. Πλὴν ἐκεῖνο ἄθρει· οὐ γὰρ ἰσχύσαντες ἀνελκύσαι τὸ λῖνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ, καὶ διὰ τοῦτο ἀπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως μὴ τολμῶντες λαλῆ σαι, ἀπὸ γὰρ τοῦ θαυμάζειν εἰς ἀφωνίαν περιέστη σαν, κατένευσαν, φησὶ, τοῖς μετόχοις, δῆλον δὲ ὅτι τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς, καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων, οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελίων ἀνερευνῶντες Γραφὰς, καὶ μετ' ἐκείνους ἕτεροι ποιμένες τε καὶ διδάσκαλοι, καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες· ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦν τος αὐτὸ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τοὺς ἐν βυθοῖς θαλάσσης, κατὰ τὸ γεγραμμένον. τουτέστι τοὺς ἐν ζάλῃ καὶ κύμασιν ὄντας κοσμικοῖς. 72.556 Ἰδὼν δὲ Σίμων Πέτρος, κ.τ.λ. (A f. 83, H f. 255) ∆ιὰ ταῦτα καὶ Πέτρος, ἐπειδὴ τῇ μνήμῃ τῶν προτέρων ἁμαρτημάτων προσέπεσε, τρέμει καὶ δέδοικε, καὶ ὡς ἄναγνος, τὸν καθαρὸν οὐ θαῤῥεῖ ὑποδέξασθαι, διὰ δειλίαν ἐπαινουμένην· ἔμαθε γὰρ, κατὰ τὸν νόμον, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν. Καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, κ.τ.λ. (A f. 84, E f.115 b, δ φ. 18 b, H f. 259 b) Πλὴν ἐπ αίνου παντὸς ἀξία τοῦ προσελθόντος ἡ πίστις· με μαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τὸν Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθε ροῦσθαι ζητεῖ, καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις πα ραχωρεῖν· ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας, νοση μάτων πολλῶν ἀπαλλαττομένους ἑτέρους. Συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεται· ὁρῶ δὲ, πρὸς τούτῳ, χρηστὸν ὄντα καὶ ἑτοιμότατον, κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ