1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

28

Τοῦ αὐτοῦ περὶ τῆς κατὰ Μωσέα θεοσεβοῦς πολιτείας ηʹ. Ἰωσήπου περὶ τοῦ κατὰ Μωσέα πολιτεύματος θʹ. Ἐλεαζάρου ἀρχιερέως ὑποτύπωσις τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης διανοίας. Ἀπὸ τῶν Ἀρισταίου ιʹ. Ἀριστοβούλου περὶ τῶν ὀνομαζομένων ὥσπερ θεοῦ μελῶν ιαʹ. Φίλωνος περὶ τῆς κατὰ τὸν βίον ἀρετῆς τῶν παρὰ Ἰουδαίοις τὸ παλαιὸν φιλοσοφούντων. Ἀπὸ τῆς ὑπὲρ Ἰουδαίων ἀπολογίας ιβʹ. Ἔτι περὶ τῶν αὐτῶν. Ἀπὸ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι ιγʹ. Τοῦ αὐτοῦ περὶ θεοῦ καὶ περὶ τοῦ γενητὸν εἶναι κόσμον ιδʹ. Τοῦ αὐτοῦ περὶ τοῦ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον

Η 8.1.1 αʹ. ΠΡΟΟΙΜΙΟΝ· ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΥΜΑΤΟΣ

Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων, τῶν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσέα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα καὶ προσέτι τὰς εὐσεβεῖς καὶ παναληθεῖς αὐτῶν θεολογίας, ὧν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν, διελθὼν ἐν τῷ πρὸ τούτου μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσέα πολιτείαν, δεύτερον ἐπέχουσαν εὐσεβείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμόν, τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει 8.1.2 νενομοθετημένον. ὡς γὰρ μόνοις Ἰουδαίοις, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἦν ἁρμόδια τὰ διὰ Μωσέως οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις, λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ 8.1.3 βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν. νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ Μωσέα βίου, τὸν τρόπον οὐκ ἐμαῖς φωναῖς, αὐτῶν δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ τῇ πατρίῳ δεδοκιμασμένων παιδεύσει παραθήσομαι· καὶ γάρ μοι προσήκειν ἡγοῦμαι ταύτη, ᾗπερ καὶ ἠρξάμην, διὰ τῶν οἰκείων ἑκάστῳ τὰς τῶν ἀποδείξεων μαρτυρίας παρέ8.1.4 χειν. ὥσπερ οὖν Φοίνικας καὶ Αἰγυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσι γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτη μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι, ἀλλὰ μὴ ἡμᾶς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν. 8.1.5 Πρὶν δ' ἐπὶ τοῦτ' ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ' αὐτοῖς παρῆλθε λόγια καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας δι' ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι' ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν, οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως εἰς τὴν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπόδειξιν. 8.1.6 ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς εἰς πάντας ἐκλάμπειν ἀνθρώπους λόγος τε οὐχ ὁ τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα, ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὰ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν, θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγαθῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος διδασκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ' ἥλιον ἔθνεσι καταστησομένου προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ' ἀκριβὲς μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας διοικεῖται, βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι κατὰ νοῦν ἐμβαλών, εἰς προπαρασκευήν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι 8.1.7