τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ ἡμετέρου βίου καὶ οἰκοδεσποτίας, ἀλλὰ λῃστείας καὶ θηριωδίας καὶ ἐμβριθοῦς ἀγριότητος. Ἦσαν γὰρ ἀληθῶς θυμοῦ τοῦ ὑπὲρ πατρίδος ἀκρατεῖς, ἄνδρες κατορθωμάτων, ἀνδρίας γέμοντες, ἀλκὴν πνέοντες, πεπλασμένοι πρὸς ῥωμαλεότητα, διψῶντες μάχην, κατὰ βαρβαρικῶν σαρκῶν πεινῶντες, φάναι τὸ πᾶν, ἀρειμάνιοι. Οἳ οὕτως ἐξελάθοντο τῶν ἄλλων, ὡς μόνου γενέσθαι τοῦ πολεμεῖν καὶ τῆς κατ' οἶκον τύρβης ἀνθελέσθαι τὸν ἐπὶ τοῦ τείχους κίνδυνον. 90 Οὐ τοίνυν ἄνδρες μόνοι ἀλλὰ καὶ γυναῖκες πρὸς Ἄρην ἐμαίνοντο. Καὶ ὅσαι μὲν λίθους παρεφόρουν ταῖς τε ἄλλαις μηχαναῖς καὶ τοῖς σφενδονῶσι καὶ ὅσαι ὑδροφόρουν ἀκμάζουσαί τε καὶ νεάνιδες, καὶ μὴν καὶ ὅσας τὸ γῆρας ἤδη καταργεῖν ἐποίει τὰ ἔργα συγκεκυφυίας ἔνθα τὸ τέλος πεσούμεθα, αἱ τοιαῦται δόξαιεν ἂν οὐδέν τι μέγα ποιεῖν, εἰ καὶ ἐποίουν, τὸ δύνασθαι βιαζόμεναι καὶ δι' ἡμέρας πονούμεναι. Ὅσαι δὲ καὶ πρὸς ὁπλισμὸν ἐρρύθμιζον ἑαυτάς, ῥάκη καὶ ψιάθους ἐναπτόμεναι, ὡσεὶ καί τινας θώρακας, καὶ τὰς κεφαλὰς μίτραις εἰς ἕλιγμα διαλαμβάνουσαι, εἴ πως στρατιῶται εἶναι σοφίσονται, καὶ λίθους ἐπισαττόμεναι ἀγαθοὺς ἐκ χειρῶν ἀφίεσθαι, τοῦ τείχους ἐγίνοντο καὶ ὡς εἶχον ἔβαλλον τοὺς ἐχθρούς, ἀλλ' αὐταὶ τὴν Ἀμαζόνειον ἱστορίαν συγκροτοῦσι καὶ οὐκ ἀφιᾶσιν ἐκείνην ἐλέγχεσθαι. Καὶ τὰς παλαιὰς δὲ διακρούονται παρευδοκιμοῦσαι, ἃς οἴδαμεν κουραῖς κεφαλῶν ἐπικουρεῖν τοῖς πατριώταις, σχοινοπλοκοῦσι κατὰ πολέμου ἀναγκαίως ἐκ τοιούτων τριχῶν· οὐ γὰρ τρίχας αὗται, ἀλλὰ ψυχὰς προΐεντο. Ἰδὼν ἂν Σολομὼν αὐτὰς συγκατέγραψε τῇ παρ' αὐτῷ ἀνδρικῇ γυναικί, προσαπορήσας εἰς ἣν προυβάλετο ζήτησιν. Καὶ ἦν εἰπεῖν τότε τοὺς ὁρῶντας τόν τε ∆αυῒδ καὶ τοὺς ἀμφ' αὐτὸν δαυϊτικοὺς (ἦσαν γάρ, ὅσοι ἐς ταὐτὸν ἐκείνῳ ἐνόουν, κακὰ φρονοῦντες, ὁποῖα τὰ τῶν κοράκων κολάκων· οἵπερ ἐπαίνους κρώζοντες, ἐφ' οἷς ἐκεῖνος ἀφραίνων ἦν, ἐφύσων εἰς μεγαλειότητα) ὡς αἱ μὲν γυναῖκες ἡμῖν ἄνδρες ἐγένοντο, γυναῖκες δὲ οἱ ἄνδρες οἱ δαυϊδίζοντες. Τί δέ; Τὸ μὲν λαϊκὸν σύστημα τῆς πόλεως οὕτω πονούμενον ἦν καὶ ὑπὲρ ὃ πεφύκει, τὸ δὲ τῆς λοιπῆς μερίδος ἐμιμεῖτο τὸν στρατηγὸν καὶ τοῦ ἀκούειν μόνου ἐγίνετο καὶ ὁρᾶν; Οὔκουν, οὐδ' αὐτὸ ἀεργοὺς εἶχε τὰς χεῖρας, ἀλλ' οἷον ἐκλαθόμενον ὡς οὐδέ ποτε αὐτοῖς ἔξεστιν ἀνδράσιν αἱμάτων εἶναι, μετεχρώζοντο, ἐπικρύπτοντες μὲν τὸ βαθὺ ἀποστολικόν, ἐπιπολάζοντες δὲ τὸ κοσμικώτερον. Καὶ ἦσαν καὶ ἐξ αὐτῶν ὀχλήσεις τοῖς πολεμίοις οὐκ ἀγεννεῖς· ὅ ποθεν γνόντες ἐκεῖνοι, κακῶς ἐν τῇ ἁλώσει καὶ τοῖς τοιούτοις προσήγοντο. Τοιαύτην συντονίαν μάχης οἱ τῆς πόλεως ἥρμοττον, οὔθ' ἡμέρας διακοπτόμενοι οὔτε νυκτὸς ἀναπίπτοντες. Ἐμάχοντο μὲν γὰρ πανημέριοι, παννύχιοι δὲ ἦσαν ἐν ἐγρηγόρσει, φυλακὰς ἔχοντες. Ὃ καὶ ἔβλαψε τὴν πόλιν οὐχ ἥκιστα· οἱ γὰρ αὐτοί, ἀνεξάλλακτοι τὸν ὅλον καιρὸν τῆς πολιορκίας πονούμενοι, τέλος ἀπέκαμον, παρειμένοι καὶ τὰ νεῦρα καὶ τὰς ψυχάς. Καὶ τὴν τελευταίαν ὅλην νύκτα, μεθ' ἣν ἡμῖν ὁ ἥλιος δυστυχῶς ἔλαμψεν, οὐκ εἶχε τὸ ἑῷον τεῖχος τοὺς φυλάσσειν ἐθέλοντας, καὶ οὐ μόνον διὰ τὴν ἐκ καμάτου 92 πάρεσιν, ἀλλὰ καὶ διότι πρόληψις ἤδη ἅπασιν ἐνεγένετο ἐς αὔριον τὴν πόλιν ἁλώσεσθαι. Καὶ ὡς οἷα καὶ εἰς κοινὴν ἦλθε τοῦτο ἔννοιαν, ὀψέ ποτε ἁπάντων ἐπεγνωκότων τὸν εἱρμὸν τῆς κατὰ τὸν στρατηγὸν ἀτρόπου Κλωθοῦς, καὶ αὐτῶν δὲ τῶν πολεμίων τὴν προηγουμένην ἡμέραν ἀναβοώντων στεντόρειον ἐν τῷ μαθεῖν, οὐκ οἶδ' ὅθεν, τὴν ἐς νέωτα καθ' ἡμῶν βλάβην· λέγεται δ' ὅτι ἐκ προδοσίας τινός, οὐκ οἶδα μὲν ἀκριβῶς εἰ καὶ ἄλλης, ἐθνικῆς δὲ καὶ μάλιστα. Καὶ ὁ μὲν εἰπὼν Λατῖνος ὡς ἐκ τοῦ κατὰ τοὺς Βουργεσίους πύργου θέλημα ἐπέμφθη τοῖς ἔξω κατὰ τῶν τῆς πόλεως καὶ καταμήνυμα τῶν ἐντὸς οὐκ ἂν ἀπιστοῖτο ἡμῖν, τεκμαιρομένοις ἐξ ὧν ἠκριβώμεθα· τοιοῦτοι γάρ τινες πυργοφύλακες ἐπίτριπτοι νεανίαι ἀδελφοὶ ἐκ Χουναβιτῶν, ἔχιδναι γεννηταὶ τῇ πόλει ταύτῃ, κατ' αὐτὴν τὴν τῆς ἁλώσεως ὥραν κατήσθιον αὐτὴν καὶ αὐτοὶ ξίφη