1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

28

περιέπεσον· ἆρα τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται, μηδένα μηδὲν ἔχειν διδάσκει· τάχα με θέλει καὶ τὸ πλοῖόν μου πωλῆσαι, ἵνα πτωχοῖς διανείμω. Παρὰ τούτου μισθὸν προσδοκῶ λαβεῖν; Εἶτα προσελθὼν τῷ Κυρίῳ, φησί· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή 63.604 σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία· ἀλλ' ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον. Καὶ ὁ Κύριος πρὸς τὸν Σίμωνα· Μισθὸν λαβεῖν ἐπιζητεῖς παρ' ἐμοῦ· ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω, καὶ δίκτυα χαλάσω, καὶ κόπον ὑπομείνω; εἴθε μὴ τὴν νύκτα κεναῖς ταῖς χερσὶν ἐψηλάφησα. Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας· ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; δύνῃ διδάσκαλος εἶναι· μὴ γὰρ καὶ ἰχθύων θηρευτής; ἔξελθε ἀπ' ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί τὸν καιρὸν ἀπολλύω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα ἔφη· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σίμων· μὴ τὰς χεῖρας καὶ τὸν κόλπον μου κατανόει· οὐκ ἐν ταῖς χερσὶν, ἀλλὰ ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Ὁ δὲ πρὸς αὐτόν· Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὰ δίκτυα αὐτῶν. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς. ∆ιεῤῥήγνυτο τὸ δίκτυον, καὶ τὸν Χριστὸν περιεβλέπετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ θαῦμα ἐνενόει. Οὐκ ἴσχυε τὸν φόρτον ἑλκύσαι, καὶ βοηθοὺς ἐπεσπᾶτο. Συνδραμόντες γὰρ, φησὶ, καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος, καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο. Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ δεσποτικῷ προστάγματι· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλαντο· τὰς χεῖρας τῶν ἁλιέων οὐ περιέμενον, ἀλλ' ἑαυτοὺς εἰς τὸ πλοῖον ἐκυβίστευον. Ὁ πυθμὴν τῆς λίμνης ἐκεκένωτο· οὐδεὶς τῶν ἰχθύων κάτω μένειν ἠνείχετο, ἀλλὰ τῶν δικτύων διαῤῥηγνυμένων, οἱ μὲν εἰς τὸ πλοῖον ἑαυτοὺς ἐκυβίστευον, οἱ δὲ ἔξωθεν τῶν δικτύων περιεστήκασι πρὸς τὸ θηραθῆναι κεχηνότες, καὶ πόῤῥω τούτων μένειν οὐκ ἀνεχόμενοι. Τί οὖν ὁ Σίμων; Ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κοπιάσας, καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ πάντα θηρεύσας, ὡς εἶδε ταῦτα, προσέπεσε τῷ Κυρίῳ λέγων, Ἔξελθε ἀπ' ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· ἔγνων λοιπὸν ὅστις εἶ. Οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος γὰρ, ∆έσποτα, τοὺς ἰχθύας τῆς σαγήνης ἔνδον ἀποκλείεσθαι· τοὐναντίον δὲ βλέπω γενόμενον θαῦμα· ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔπεχε λοιπὸν τὸ θεϊκόν σου τὸ πρόσταγμα, κατάλιπε τῇ λίμνῃ κἂν δύο πρὸς γονὴν ἰχθύας. Ἔξελθε ἀπ' ἐμοῦ, ∆έσποτα· οὐ σὲ ἀπωθοῦμαι, ἀλλ' ἐμαυτὸν ταλανίζω· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Τί οὖν ὁ Ἰησοῦς; Μὴ φοβοῦ, Πέτρε· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνάμεως! ὢ τῆς τοῦ Πέτρου συνέσεως! μόνον ἤκουσε, καὶ εὐθέως ὑπήκουσεν. Οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῇ γυναικὶ συνετάξατο, ἀλλὰ καταγαγὼν τὸ πλοῖον ἐπὶ τὴν γῆν, ἀφεὶς ἅπαντα ἠκολούθησεν αὐτῷ. ∆ιὰ τοῦτο δὲ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις ὄντα τοῦ Ἀβραὰμ ἑώρα ὁ πλούσιος, ἵνα ὥσπερ ἐκείνῳ χαλεπωτέραν ἐποιεῖτο τὴν βάσανον τὸ ἐν τῷ πυλῶνι τοῦ 63.605 πλουσίου κεῖσθαι, καὶ ὁρᾷν τὰ ἀλλότρια ἀγαθὰ, οὕτω δὴ καὶ τούτῳ χαλεπωτέραν ποιῆται νῦν τὴν τιμωρίαν τοῦ ἐν τῇ γεέννῃ κεῖσθαι τὸ ὁρᾷν τοῦ Λαζάρου τὴν τρυφήν· ἵνα μὴ τῇ φύσει τῶν βασάνων μόνον, ἀλλὰ καὶ τῇ παραθέσει τῆς ἐκείνου τιμῆς, ἀφορητοτέραν ἔχῃ τὴν κόλασιν. Καὶ καθάπερ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου, κατέναντι τοῦ παραδείσου κατῴκισεν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος ἀκριβέστερον αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα εἰδῇ τίνων ἀγαθῶν ἑαυτὸν