1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

28

πολεμεῖν τῇ Βαβυλῶνι Κελεύει δὲ καὶ τοῖς ἀποστόλοις συνάγειν τοὺς πιστοὺς, τοὺς μέλλοντας πολεμεῖν τῇ εἰδωλολατρείᾳ. "Ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη." Ἀφορίσατε τοὺς μέλλοντας ἐπ' αὐτῇ πολεμεῖν. "Ἄρατε παρ' ἐμοῦ." Τῆς Ἀρμενίας ὄρη τὰ Ἀραράτ. 93.721 "Καθήσονται ἐκεῖ." Ἀντὶ τοῦ, πολιορκήσουσιν αὐτήν. "∆ιώκων εἰς ἀπάντησιν διώκοντος." Ἕκαστος τῷ πλησίον εὐαγγελιζόμενος· ἐποίουν δὲ τοῦτο οἱ ἅγιοι ἀπόστολοι, ἐκδιώκοντες μὲν τὴν δαιμονικὴν πλάνην, ἑαυτοῖς δὲ τὴν σωτηρίαν τῶν πιστῶν εὐαγγελιζόμενοι. "Καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος." Ἀπαντῶν ὁ πρῶτος, καὶ ἀπαγγέλλων τῷ ἀποστελλομένῳ δευτέρῳ. "∆ιότι τάδε λέγει Κύριος." Τὴν εἰς λεπτὸν συντριβὴν τῶν οἰκημάτων ἐδήλωσεν· ὡς ἀπὸ Ἱερουσαλὴμ δὲ οἱ λόγοι, τὸ Κατέφαγέ με, καὶ τὰ ἐπ' αὐτῷ. ∆ιὰ μὲν οὖν τὸ θηριῶδες κατέφαγε, διὰ δὲ τὰ λάφυρα καὶ τὰ σκύλα ἐμέρισε. Σκότος δὲ λεπτὸν τὴν ὑπερβάλλουσαν ἀθυμίαν δηλοῖ· ὁ λεπτὸς γὰρ ἀὴρ μᾶλλον τῶν ἡμετέρων καθικνεῖται σωμάτων. "Κατέφαγέ με." Ἱερουσαλὴμ προσερχομένη τῷ Θεῷ κατὰ τοῦ Βαβυλωνίου ταῦτά φησιν, ἀληθέστερον δὲ ἡ Ἐκκλησία τῷ ἑαυτῆς νυμφίῳ κατὰ τοῦ Σατανᾶ. Τὸ δὲ ἐμερίσατο, ὁ μέν τις δαίμων εἰς πορνείαν, ὁ δὲ εἰς φιλαργυρίαν, καὶ ἄλλος εἰς ἄλλην ἀπειρημένην ἐνάγοντες πρᾶξιν. Τὸ δὲ κατέφαγεν, ἐπειδὴ καὶ Θεοῦ ἀποστήσαντας ἑαυτοῖς προσκυνεῖν ἀνέπεισαν. "Κατέλαβέ με σκότος." Ἡ ἐξ ἁμαρτιῶν προδοσία. Τὸ γὰρ πολὺ [ἴσ. πρωῒ] ἀφεγγὲς λεπτόν ἐστιν. "Ἔπλησε τὴν κοιλίαν αὐτοῦ." Ἐξείλκυσάς με τῆς ἐμῆς τρυφῆς, τουτέστι τῶν θείων μαθημάτων. Ἢ καὶ οὕτως, Ἐντρυφῶν ἐν ἐμοὶ ἐπλήρωσε τὴν κοιλίαν αὐτοῦ. "Ἔξωσάν με οἱ μόχθοι μου." Τὰ μοχθηρὰ καὶ ταλαίπωρα ἐπιτηδεύματα. "Καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους. Ἀντὶ τοῦ, αἴτιοί μοι τῆς σφαγῆς οἱ Χαλδαῖοι γεγόνασιν. Ἢ καὶ οὕτως· Ἐκδικήσω μου τὸ αἷμα ἀπὸ τῶν Χαλδαίων. "Καὶ ἔσται." Τὴν χορηγίαν τῶν κακῶν. "Ὅτι ὡς λέοντες." Οἱ βασιλεῖς αὐτῆς. "Ἐν τῇ θερμασίᾳ." Ἐν τῇ αὐτῶν θρασύτητι. "∆ώσω πότημα αὐτοῖς." Τουτέστι τὴν ἀνταπόδοσιν τῶν κακῶν. Καὶ καταβίβασον αὐτούς." Ἢ ὁ προφήτης τοῦτο ἐπεύχεται κατὰ τῶν δαιμόνων, ἢ καὶ Θεὸς τῇ ἐκδικήσει τοῦτο ποιεῖν προστάσσει κατὰ τῆς αἰσθητῆς τῆς νοητῆς Βαβυλῶνος. "Πῶς ἑάλω." Ἐκπλήττονται οἱ ἅγιοι ἐπὶ τῇ πτώσει τῆς Βαβυλῶνος καὶ ἐρημώσει. "Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα." Ἐπὶ μὲν τὴν αἰσθητὴν Βαβυλῶνα, τὸ πλῆθος τῶν πολεμίων· ἐπὶ δὲ τὴν νοητὴν, τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ ἐξαφανίζον τὴν ἁμαρτίαν. "Ἐγενήθησαν." Τὰ τῆς βασιλείας πολιτεύματα. "Καὶ ἐν Βαβυλῶνι." Αἰσθητῶς μὲν τὰ λάφυρα, ἂ πρώην νικῶσα τοὺς πολεμίους ἐλάμβανε. Πρὸς δὲ διάνοιαν, ὅτι κατέπιεν ὁ θάνατος ἰσχύσας. Καὶ πάλιν 93.724 ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς. "Ἀνασωζόμενοι ἐκ γῆς." Οἱ τῶν γηΐνων, φησὶν, ἀποστάντες, ἀεὶ προκόπτετε εἰς ἀρετὴν, καὶ μὴ ἵστασθε, ἀλλὰ τρέχετε, ἵνα καταλάβητε. "Οἱ μακρόθεν." Οἱ πάλαι τοῦ Θεοῦ μακρόθεν εἰδωλολάτραι. "Καὶ Ἱερουσαλήμ." Ἐν μὲν τῇ Ἱερουσαλὴμ ἔθυον Ἰουδαῖοι· κελεύει δὲ τὴν ὅρασιν τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλήμ· ἀναβαίνειν εἰς τὰς τῶν πιστῶν καρδίας, ἵνα εἰρηνεύωσι πρὸς Θεὸν τὰ ἀρεστὰ αὐτῷ ποιοῦντες. "Κατεκάλυψεν ἀτιμία." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι εἰς τὸν θεῖον ναὸν εἰσῆλθον οἱ πολέμιοι· πρὸς δὲ διάνοιαν, ὅτι εἰς τὰ ἄδυτα τῆς ψυχῆς ἔσκηψαν οἱ ἀκάθαρτοι δαίμονες. "Καὶ ἀπώλεσεν." Πρὸς μὲν τὸ ῥητὸν, τῆς ἐκ τῶν ἀνθρώπων πολυθεΐας· πρὸς δὲ διάνοιαν, ὅτι ἀνέκραζον ἐκβακχευόμενοι ὑπὸ τῶν δαιμόνων. "Τάδε λέγει Κύριος." Ὁ Σατανᾶς καθ' ὅλης τῆς οἰκουμένης τὰ τεμένη εἰδώλων ἱδρύσας. "Καὶ αἱ πύλαι." Αἱ ἀπάγουσαι εἰς τὴν ἀπώλειαν· τοῦτο δὲ τελείως γίνεται ἐν τῇ καθόλου συντελείᾳ. "Οὐ κοπιάζουσι." Τῷ Βαβυλωνίῳ, ἢ καὶ τῇ πλάνῃ δουλεύοντες. -Οὐκ ἐκλείψουσι, φησί· τὸ γὰρ, οὒ, κατὰ κοινοῦ κεῖται· ὑπὸ τῆς ἀρχῆς τῶν Βαβυλωνίων τυραννούμενοι, ἢ καὶ τοῦ Σατανᾶ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ πάντες ζωοποιηθήσονται. "Εἰπεῖν τῷ Σαραίᾳ." Ἔπεμψεν ὁ Σεδεκίας τὸν Σαρέαν πρεσβευτὴν, δῶρα κομίζοντα τῷ Ναβουχοδονόσορ. Οὗτος λέγεται εἶναι ὁ Βαρούχ. "Καὶ εἶπεν