1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

29

μεταλήψεως. ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ' αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ' αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων. 8.1.8 γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπικληθέντα Φιλάδελφον, καθ' ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον·

8.2.1 βʹ. ΑΡΙΣΤΑΙΟΥ ΠΕΡΙ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΩΝ ΠΑΡΑ ΙΟΥ∆ΑΙΟΙΣ ΓΡΑΦΩΝ

«Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης ∆ημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον 8.2.2 ἐφ' ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. παρόντων οὖν ἡμῶν ἐρωτηθεὶς πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων, εἶπεν· Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ' ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς 8.2.3 παρὰ σοὶ βιβλιοθήκης εἶναι. Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν. ὁ δὲ ∆ημήτριος εἶπεν· Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβά8.2.4 νονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ' οὐκ ἔστιν, ἀλλ' ἕτερος τρόπος. μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· 8.2.5 «Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν ∆ημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο καὶ οὐδὲν ἀπερριμμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε· 8.3.1 γʹ. ΕΠΙΣΤΟΛΗ ∆ΗΜΗΤΡΙΟΥ ΤΟΥ ΦΑΛΗΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΤΟΝ

ΑΙΓΥΠΤΟΥ ΒΑΣΙΛΕΑ «Βασιλεῖ μεγάλῳ παρὰ ∆ημητρίου. Προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημέ8.3.2 νος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι. τὰ δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει. τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλι8.3.3 κῆς οὐ τετύχηκε. δέον δὲ ἔτι καὶ ταῦθ' ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων καὶ τῶν κατ' αὐτὰ πεπολιτευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν