γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ δίκη αὐτούς. Καὶ ὁ μὲν τοιοῦτος Λατῖνος ὧδε συγκροτεῖται πρὸς ἀλήθειαν, καὶ ἄλλως οὐχ οἷός τε ὢν ψεύσασθαι· ὁ δὲ Ἀβούδιμος Μανουήλ, ἀνὴρ ἰχθύων τιμῆς μελόμενος, νῦν μὲν ὠμογέρων, πάλαι δέ ποτε περιᾳδόμενος μέγας εἶναι τὴν χεῖρα καὶ βριαρὸς αὐτὴν κατενεγκεῖν τῶν ἀνθισταμένων, οὗ καὶ τὸ κατὰ σῶμα εὐσταλὲς ἔτι κατηγορεῖ τὴν ῥώμην, ἣν λέγεταί ποτε πλουτεῖν ὁ ἄνθρωπος, αὐτὸς δὴ ἐφανέρωσε πρόδοτον εἶναι τὴν πανταχοῦ γῆς περιφόρητον τῷ κλέει Θεσσαλονίκην. Οὔπω γὰρ ἀκραιφνὴς ἡμέρα ἡ κατὰ τὴν ἅλωσιν, ἀλλ' ἔτι νὺξ ἀμφιλύκη, καθ' ἣν ἔτι καὶ τὸ ἑῷον τεῖχος ἀπρόσβατον ἐχθροῖς ἦν, καὶ αὐτὸς τοῦ ὕπνου ἀνεθεὶς καὶ τὴν οἰκίαν ἀφεὶς ὀπίσω, ἵνα ἔργων ἅπτοιτο, εὗρε πέντε ἄνδρας Ἀλαμανοὺς ἐνόλπους ἐφίππους, ὁμοῦ συνεστῶτας καὶ ὁμιλοῦντας τὰ σφίσι δοκοῦντα. Καὶ ὁ μὲν παρῴχετο ἐκείνους ὁδοῦ λόγῳ, οἱ δὲ προσεκαλέσαντο καί, ὡς ἐπέλασεν αὐτοῖς, μετὰ πολλὰ τὰ ἐν μέσῳ ἀπήγαγον αὐτοῦ τὴν δεξιὰν χεῖρα δυστυχῶς τῷ ἀνδρί· γυμνώσας γὰρ εἶς ἐκείνων ξίφος καὶ καταγαγὼν ἀπήραξεν αὐτήν. Οὐκ ἔσχε δὲ καὶ εἰς πλέον βλάψαι, πτερωθέντα οἷον εἰς φυγήν. Τοιοῦτον καὶ τὸ τοῦ Ἀλαμανικοῦ τάγματος προδοτικόν, οὗ πρόδρομοι τὴν χθὲς δείλην τρεῖς τῶν δυσμικῶν πυλῶν τῆς πόλεως κατεπήδησαν καὶ πάντων τῶν ἐκεῖ βλεπόντων τοῖς βαρβάροις φιλίως συνέμιξαν. Ἡ δὲ πρὸ δυοῖν ἡμέραιν τῆς ἁλώσεως περὶ πέμπτην τῆς ἑβδομάδος βαθείας ἑσπέρας ἐπιφάνεια Θεοφάνους τοῦ Προβατᾶ ἔσω πόλεως, ὃς ἐκ ∆υρραχίου συνωμάρτει τοῖς Λατίνοις φίλιος, τίνας οὐκ ἂν εἰς νοῦν προδοτικὸν ἐναγάγῃ μαθόντας 94 αὐτήν; Ἣν Λέων τις, ἵππων ἀγαθὸς μελητής, ὁ Ἁγιοευφημίτης, ἰδὼν καὶ περιεργασάμενος, καὶ θυμῷ μὲν βληθείς, οὐκ ἔχων δ' ὅ,τι καὶ δράσειεν, ὡσιώσατο ἄμυναν τῇ πατρίδι, ἐξειπὼν τὸ κακὸν τοῖς μὴ τολμῶσι λαλεῖν τι πρὸς τὸν ἐπὶ δυσπραγίᾳ κοινῇ φοβερὸν ∆αυΐδ. Ἀλλὰ ταῦτα μὲν οὕτως ἡμῖν ἀναγκαίως ἐπεμβεβλήσθω ἢ μάλιστα προειλήφθω. Οἱ δὲ πολέμιοι στερεῶς κατὰ τῶν ἑῴων μερῶν τῆς πόλεως τῶν κατ' αἰγιαλὸν ἕως καὶ τῶν κατὰ τοὺς Ἀσωμάτους πυλῶν ἐπέκειντο. Καὶ κατὰ τὴν πέμπτην καὶ δεκάτην, ὡς προέκκειται, τοῦ Αὐγούστου τὰς νῆας λιμενίσαντες, τῇ αὔριον πρωΐθεν ὧν ἐβουλεύσαντο εἴχοντο, καὶ ὀξυχειρίας ἐπιβαλόντες ἐποίουν τὰ τοῦ πολέμου. Καὶ ἦν ἰδεῖν κατὰ τὴν Ἡροδότειον Μοῦσαν νέφη βελῶν, τῶν τε κατὰ πέτρας τῶν τε κατὰ ὀϊστούς, δι' ὧν ὁ ἀὴρ ἐσκιάζετο. Καὶ ἐβάλλοντο μὲν καὶ οἱ ἐκ τῶν τειχέων, καὶ πῶς γὰρ οὔ; εἴγε ξυνὸς ὁ Ἐνυάλιος, ἐβλάπτοντο δὲ τῶν μὲν ἡμετέρων ἥκιστοι, τῶν δὲ ἐναντίων πλεῖστοι. Πάνυ γὰρ ἐδεξίωσεν ὁ Θεὸς οὐ τοὺς στρατιώτας μόνους, ἀλλὰ καὶ τὰ λοιπὰ τέκνα τῆς πόλεως, οἳ καὶ βάλλειν τοὺς πολεμίους εὐτύχουν καὶ εἰς μῆκος δὲ πολὺ ὅσον ἀφιέναι τὰ βέλη, ὡς ἐντεῦθεν τοὺς ἐχθροὺς τοξότας ἀναποδίζοντας ἄπρακτα βάλλειν καθ' ἡμῶν ἐκ μακρᾶς ἀποστάσεως. Ἀπὸ γοῦν τῆς Χρυσῆς Πύλης, τῆς περὶ δυσμάς, ἀφιέμενα βέλη ἐκ τόξων ἐφύλασσον μετέωρον τὸ πτερὸν ἕως καὶ εἰς τὸ καλόν ποτε σεμνεῖον, ὃ περιεῖπεν ὁ μυροβλύτης μέγας Νικόλαος, καὶ ἐνέπιπτον ταῖς τῶν βαρβάρων σκηναῖς, καὶ εὐθὺς ἐκεῖναι μεθίσταντο. Ὅμοια δέ τινα ἐγίνοντο καὶ περὶ θάτερον μέρος, ἔνθα τὸ ναύλοχον. Καὶ οἱ πλώϊμοι τὰς ἐπηρεαζομένας νῆας ἀνακωχεύοντες κατὰ σπουδὴν ἐξέστελλον. Ὅτι δὲ ἐξέτρεχον οἱ ἡμέτεροι καταπηδῶντες ἐκ τῶν τειχέων, ὡς οὐκ ἂν εἰδείη ὁ εἰρηνικὸς στρατηγός, ψιλοὶ ὅπλων οἱ πολλοί, καὶ ἠνδραγαθίζοντο, ἐν οἷς καὶ παῖδες τοῦ Μυροβλύτου, ἄλλοι τε καὶ ἐκ τῆς τῶν Σέρβων τεθέντες αὐτῷ, καὶ ὅτι περιεφρόνουν τοὺς ἐχθροὺς καὶ ὡς ἐξ αὐτῶν τῶν βαρβαρικῶν σκηνῶν ἁρπάζοντες ἀπήλαυνον ζῷα καὶ ὡς τοὺς ἀντεπεξιόντας ἠμύνοντο διώκοντες, βάλλοντες, ῥίπτοντες, καὶ ὅπως ἐντεῦθεν θυμὸς καὶ προθυμία τοὺς στρατιώτας ὑπεδύετο ἄπλετος, ὡς καὶ τὸν στρατηγὸν βαρύνειν οἷς ὤχλουν ἀφιέναι αὐτοὺς ἐξορμᾶν, καὶ ὡς ἐκεῖνος καθάπαξ ἐντυπωσάμενος ἐς ψυχὴν τὴν κατάδυσιν τῆς πόλεως οὐκέτι τὸ ἐμμαχθὲν ἐξαλείφειν