29
ἀπεστέρησε. Καὶ τίνος ἕνεκεν οὐχὶ πρὸς τὸν Λάζαρον τὴν ἱκεσίαν, ἀλλὰ πρὸς τὸν Ἀβραὰμ ὁ πλούσιος ἐποιήσατο; Ἠσχύνθη καὶ ἠρυθρίασε, καὶ ἐκ τῶν καθ' ἑαυτὸν πραγμάτων ἐνόμισεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ἐν τοσούτοις ὄντα κακοῖς ὑπερεῖδον τὸν ἄνθρωπον, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς ὁ οὕτως ὑπεροφθεὶς, οὐκ ἐπινεύσει τῇ χάριτι. Καὶ τὸν Ἀβραὰμ ἐκάλεσεν, ὃν ἐνόμιζεν ἀγνοεῖν τὰ γεγενημένα, οὐκ εἰδὼς, ὡς οὐκ οἴκοθεν ἔλεγεν ὁ πατριάρχης, ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ· καὶ τὸν δάκτυλον ἐπεζήτησεν ἐκεῖνον, ὃν ταῖς γλώσσαις τῶν κυνῶν ἀφῆκε προδοθῆναι πολλάκις. Ἀλλ' ὅρα φιλοστοργίαν δικαίου· οὐκ εἶπεν, Ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέους καὶ συγγνώμης; οὐκ αἰσχύνη, οὐδὲ ἐρυθριᾷς; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ τί; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου· 63.606 ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησίν· ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ, μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς. Οὗ κύριός εἰμι, φησὶ, μεταδίδωμί σοι· τὸ δὲ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ, οὐκ ἔστιν ἡμέτερον. Ἀκούσωμεν τί φησιν ὁ πλούσιος πρὸς τὸν Ἀβραάμ· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. ∆ιὰ τί οὖν οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην; καὶ εἰκότως· οὐδὲ γὰρ ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γὰρ τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος, ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιῶσαι. ∆ιὸ οὐδὲ πρὸς αὐτὸν ποιεῖται τὴν παράκλησιν, ἀλλὰ πρὸς τὸν πατριάρχην ἱκετεύει. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐκέρδανέ τι πλέον. Ὁρᾷς πόσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα κείμενος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος; Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς τῶν ἐν πενίᾳ, ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ, καταφρονήσῃ ἑαυτὸν ταλανίζων· ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας.
Πρῴην μὲν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν εὐχὴν, καὶ κατὰ τὸν
καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι, καὶ τῶν θείων ὑπερορῶντες λογίων. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον; Καὶ γὰρ ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, καὶ παντὸς σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ ἀνάστηθι. Οὐ δέδοικας μήποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας, σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθοι μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; Οὐ γὰρ δεῖ πάντας κοινῇ πηγὰς δακρύων ἀφεῖναι κατὰ τὴν ὥραν ἐκείνην, καὶ