1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

29

Ἱερεμίας πρὸς Σαραίαν." Οὗτος λέγεται εἶναι ὁ Βαροὺχ, κατὰ χάριν μετωνομασμένος. ΚΕΦΑΛ. ΝΒʹ. "Θυγάτηρ Ἱερεμίου." Οὐ τοῦ προφήτου. Παρθένος γὰρ ἱστορεῖται εἶναι ὁ προφήτης, ὡς κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ μὴ γῆμαι. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ἐκ Λοβενὰ, ὁ δὲ προφήτης ἐξ Ἀναθώθ· ταύτην εὑρήσεις καὶ ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν. "Καὶ ἐλάλησεν αὐτῷ." Ἐνδίκως αὐτὸν ἔκρινεν, ὡς παραβεβηκότα τὰς ἐν τῷ θείῳ ναῷ ὁρκωμοσίας. "Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε." Ἐργάζεσθαι ἐν τῷ μύλωνι. "Καὶ τὰς βάσεις." ∆οχεῖον ἦν ὕδατος, διὰ τὸ πολυχώρητον θάλασσα καλούμενον. "Καὶ τοὺς τρεῖς." Τοὺς ἐπιστάτας τῶν θυρωρῶν. "Καὶ τὸν γραμματέα." Τὸν ἀπογραφόμενον τὰ τέλη, καὶ τοὺς εἰσιόντας καὶ τοὺς ἐξιόντας εἰς τὸν πόλεμον. Κατακαύσας δηλονότι καὶ τὰ ἄλλα πάντα σκεύη τὰ ἱερὰ τὰ δυσκατακόμιστα. Τοσοῦτον δηλοῦται τὸ πάχος τοῦ στύλου. 93.725 "Ἐν γῇ Ἡμάθ." Ἡμάθ ἡ νῦν καλουμένη Ἀντιόχεια· ∆εβλαθὰ δὲ τὸ ταύτης προάστειον ἡ ∆άφνη. "Ἔλαβεν Οὐλαιμαδάχαρ." Ἐπειδὴ δὲ οἱ αἰχμάλωτοι κάτω νεύουσιν ὑπὸ τῆς συμφορᾶς, ἔλαβε, φησὶ, τὴν κεφαλὴν αὐτοῦ, ἀντὶ τοῦ, ἀνώρθωσεν, ὕψωσεν, ἄνω βλέπειν παρεσκεύασεν. Ὡς καὶ ∆αβὶδ λέγει· Ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Τὸ, ἔλαβεν ἀντὶ τοῦ, ὕψωσεν, ὡς ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν φησιν.