30
αὐτοῖς θεωρίαν, 8.3.4 ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ' ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.» 8.3.5 Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα 8.3.6 ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος. ἐκέλευσε δὲ τοὺς χρηματοφύλακας τοῖς τεχνίταις ὧν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον· 8.4.1 δʹ. ΕΠΙΣΤΟΛΗ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΠΡΟΣ ΕΛΕΑΖΑΡΟΝ ΑΡΧΙΕΡΕΑ
«Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν καθ' ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεισεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους, ἀφ' ὧν καὶ πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις· ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ' ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διειληφότες εὐσεβῶς τοῦτο πράσσειν καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ' ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν 8.4.2 πίστεως ἀξίους ἐπικρίνων κατέστησα. βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ' ὑμῖν Ἑβραϊκῶν λεγομένων γραμμάτων, ἵν' ὑπάρχῃ καὶ ταῦτα παρ' ἡμῖν ἐν βι8.4.3 βλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως, ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας, πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ' ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν. 8.4.4 ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ' ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.» Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος τάδε·