[That Former Offences Do Sometimes Render After Accusations Credible.]
L. For if he has been before addicted to wicked works, the accusations which are now brought against him will thence in some measure appear to be true, unless justice do plainly plead for him. For it may be, that though he had formerly been an offender, yet that he may not be guilty of this crime of which he is accused. Wherefore be exactly cautious about such circumstances, and so render your sentences, when pronounced against the offender convicted, safe and firm. And if, after his separation, he begs pardon, and falls down before the bishop, and acknowledges his fault, receive him. But neither do you suffer a false accuser to go unpunished, that he may not calumniate another who lives well, or encourage some other person to do like him. Nor, to be sure, do ye suffer a person convicted to go off clear, lest another be ensnared in the same crimes. For neither shall a witness of mischiefs be unpunished, nor shall he that offends be without censure.
[50] Ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε, ὁποῖός ἐστιν τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ: εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος, εἰ ὁσιότητα ἐζηλωκώς, εἰ φιλόχηρος καὶ φιλόξενος καὶ φιλόπτωχος καὶ φιλάδελφος, εἰ μὴ αἰσχροκερδὴς καὶ μὴ βρώτης καὶ χρηματολαίλαψ, εἰ σώφρων καὶ μὴ ἄσωτος ἢ μέθυσος ἢ ἀργοφάγος, εἰ εὔσπλαγχνος καὶ εὐμετάδοτος. Εἰ γὰρ αὐτῷ προϋπόκειται ἔργα φαῦλα, ἤδη ἐκ μέρους ἀληθεῖς ἂν εἶεν καὶ αἱ νῦν αὐτῷ ἐπιφερόμεναι κατηγορίαι, εἰ μὴ ἂν αὐτῷ τὸ δίκαιον ἔχει συναγωνιζόμενον: ἐγχωρεῖ γὰρ αὐτὸν ἡμαρτηκέναι μέν ποτε, τούτου δὲ τοῦ ἐγκλήματος ἀθῶον ὑπάρχειν. Διὸ ἀκριβῶς περὶ τὰ τοιαῦτα νήφοντες, ἀσφαλεῖς καὶ βεβαίας ποιεῖσθε τὰς ἀποφάσεις κατὰ τοῦ ἐλεγχθέντος: καὶ ἐὰν μετὰ τὸν ἀφορισμὸν συγγνώμην αἰτῇ καὶ προσπέσῃ τῷ ἐπισκόπῳ καὶ ἡμαρτηκέναι ὁμολογῇ, προσδέξασθε αὐτόν. Μήτε δὲ τὸν συκοφάντην ἀτιμώρητον ἐάσητε, ἵνα μὴ καὶ ἕτερόν τινα καλῶς βιοῦντα βλασφημήσῃ ἢ ἕτερον τινα προτρέψηται τὰ ὅμοια αὐτῷ δρᾶσαι, μήτε μὴν τὸν ἐλεγχθέντα ἀνύβριστον, ὅπως μὴ καὶ ἕτερος τοῖς αὐτοῖς αὐτῷ ἐνσχεθῇ. Οὔτε γὰρ μάρτυς κακῶν ἀτιμώρητος ἔσται, οὔθ' ὁ πλημμελῶν δίκης ἐκτός.