[The Renunciation of the Adversary, and the Dedication to the Christ of God.]
XLI. I renounce Satan, and his works, and his pomps, and his worships, and his angels, and his inventions, and all things that are under him. And after his renunciation let him in his consociation say: And I associate myself to Christ, and believe, and am baptized into one unbegotten Being, the only true God Almighty, the Father of Christ, the Creator and Maker of all things, from whom are all things; and into the Lord Jesus Christ, His only begotten Son, the First-born of the whole creation, who before the ages was begotten by the good pleasure of the Father, by whom all things were made, both those in heaven and those on earth, visible and invisible; who in the last days descended from heaven, and took flesh, and was born of the holy Virgin Mary, and did converse holily according to the laws of His God and Father, and was crucified under Pontius Pilate, and died for us, and rose again from the dead after His passion the third day, and ascended into the heavens, and sitteth at the right hand of the Father, and again is to come at the end of the world with glory to judge the quick and the dead, of whose kingdom there shall be no end. And I am baptized into the Holy Ghost, that is, the Comforter, who wrought in all the saints from the beginning of the world, but was afterwards sent to the apostles by the Father, according to the promise of our Saviour and Lord, Jesus Christ; and after the apostles, to all those that believe in the Holy Catholic Church; into the resurrection of the flesh, and into the remission of sins, and into the kingdom of heaven, and into the life of the world to come. And after this vow, he comes in order to the anointing with oil.
[41] Ἀπαγγελλέτω οὖν ὁ βαπτιζόμενος ἐν τῷ ἀποτάσσεσθαι: Ἀποτάσσομαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ταῖς πομπαῖς αὐτοῦ καὶ ταῖς λατρείαις αὐτοῦ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς ἐφευρέσεσιν αὐτοῦ καὶ πᾶσι τοῖς ὑπ' αὐτόν. Μετὰ δὲ τὴν ἀποταγὴν συντασσόμενος λεγέτω, ὅτι: Καὶ συντάσσομαι τῷ Χριστῷ: καὶ πιστεύω καὶ βαπτίζομαι εἰς ἕνα ἀγέννητον μόνον ἀληθινὸν Θεὸν παντοκράτορα, τὸν Πατέρα τοῦ Χριστοῦ, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων, ἐξ οὗ τὰ πάντα: καὶ εἰς τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν, τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν πρὸ αἰώνων εὐδοκίᾳ τοῦ Πατρὸς γεννηθέντα, οὐ κτισθέντα, δι' οὗ τὰ πάντα ἐγένετο τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατά τε καὶ ἀόρατα: τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐξ οὐρανῶν καὶ σάρκα ἀναλαβόντα, ἐκ τῆς ἁγίας παρθένου Μαρίας γεννηθέντα, καὶ πολιτευσάμενον ὁσίως κατὰ τοὺς νόμους τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, καὶ σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ἐκ νεκρῶν μετὰ τὸ παθεῖν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος: βαπτίζομαι καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτ' ἔστιν τὸν παράκλητον, τὸ ἐνεργῆσαν ἐν πᾶσιν τοῖς ἀπ' αἰῶνος ἁγίοις, ὕστερον δὲ ἀποσταλὲν καὶ τοῖς ἀποστόλοις παρὰ τοῦ Πατρὸς κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ μετὰ τοὺς ἀποστόλους δὲ πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ: εἰς σαρκὸς ἀνάστασιν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος.