[Sec. I.—Concerning Widows.]
ΒΙΒΛΙΟΝ Γʹ Περὶ χηρῶν βʹ. Ὅτι παραιτητέον καθιστᾶν νεωτέραν χήραν διὰ τὸ ὕποπτον. γʹ. Ὁποίας εἶναι χρὴ τὰς ὄντως χήρας ἢ πῶς ἐπικουρεῖσθαι παρὰ τοῦ ἐπισκόπου. δʹ. Ὅτι πάνθ' ὁντιναοῦν ἐνδεῆ εὐποιεῖν χρή. εʹ. Ὅτι καὶ τοῦ ἤθους ἐπιμελητέον τῶν χηρῶν. Ϛʹ. Ὅτι οὐ χρὴ γυναῖκας διδάσκειν, ἀπρεπὲς γάρ, καὶ ποῖαι γυναῖκες εἵποντο τῷ κυρίῳ. Ὅτι αἱ χῆραι μεμετρημένας ὀφείλουσιν ἔχειν τὰς προόδους. ζʹ. Οἷαί εἰσιν αἱ ψευδοχῆραι. ηʹ. Ὅτι οὐ χρὴ παρὰ ἀναξίων λαμβάνειν τὴν χήραν ἢ τὸν ἐπίσκοπον ἢ ἄλλον πιστόν. θʹ. Ὅτι οὐ χρὴ γυναῖκας βαπτίζειν: ἀσεβὲς γὰρ καὶ τῆς Χριστοῦ διδασκαλίας ἀλλότριον. ιʹ. Ὅτι οὐ χρὴ λαϊκὸν ποιεῖν ἱερατικὸν ἔργον, βάπτισμα ἢ θυσίαν ἢ χειροθεσίαν ἢ εὐλογίαν. ιαʹ. Ὅτι πλὴν ἐπισκόπων ἢ πρεσβυτέρων οὐδενὶ τῶν λοιπῶν κληρικῶν ἐπιτέτραπται τὰ τῶν ἱερέων ἐνεργεῖν, τὸ δὲ χειροτονεῖν μόνῳ ἐπισκόπῳ προσήκει, ἑτέρῳ δὲ οὐδενί. ιβʹ. Ἀποτροπὴ βασκανίας. ιγʹ. Ὅπως δεῖ προσεύχεσθαι τὰς χήρας ὑπὲρ τῶν διδόντων τὰ πρὸς τὴν χρείαν. ιδʹ. Ὅτι οὐ χρὴ κομπάζειν καὶ περιαγγέλλειν τὸ ἑαυτῆς ὄνομα τὴν καρποφοροῦσαν κατὰ τὴν τοῦ κυρίου διάταξιν. ιεʹ. Ὅτι ἀπρεπὲς τὸ λοιδορεῖν τὸν πλησίον: ἀλλότριον χριστιανῶν τὸ καταρᾶσθαι. ιϚʹ. Περὶ μυήσεως θείας τοῦ ἁγίου βαπτίσματος. ιζʹ. Οἷαν αἰτίαν ἔχει τὸ εἰς Χριστὸν βάπτισμα καὶ διατί τῶν ἐπ' αὐτῷ ἕκαστον λέγεται καὶ πράττεται. ιηʹ. Οἷος ὀφείλει εἶναι ὁ μεμυημένος. ιθʹ. Οἷοι ὀφείλουσι εἶναι οἱ διάκονοι. κʹ. Ὅτι ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκοπος, ἀλλ' οὐχ ὑπὸ ἑνός: ἀβέβαιον γάρ.