31
8.5.1 εʹ. ΕΠΙΣΤΟΛΗ ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΒΑΣΙΛΕΑ
«Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ, φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵν' εἰδῶσιν ἣν ἔχεις 8.5.2 πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερόν, ἀργυρίου τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς 8.5.3 σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα. οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ' ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολί8.5.4 τας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας. εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων, καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς καὶ διασώζῃ σοι τὴν 8.5.5 βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός. καὶ ὅπως γένηται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή, παρόντων πάντων ἐπελεξάμην ἄνδρας καλοὺς καὶ ἀγαθούς, πρεσβυτέρους, ἀφ' ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες· ἔρρωσο.» 8.5.6 Τούτοις ἑξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προτεθείσης εἰπὼν πραγματείας, μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι· «Καθὼς δ' ἀνεγνώσθη τὰ τεύχη, στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος οἵ τε ἡγούμενοι τοῦ πλήθους εἶπον· Ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἀκριβῶς, καλῶς ἔχον ἐστὶν ἵνα διαμένῃ ταῦθ' οὕτως ἔχοντα καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις, ἐκέλευσαν ἐπαρᾶσθαι, καθὼς ἔθος αὐτοῖς ἐστιν, εἴ τις διασκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν· καλῶς τοῦτο πράσσοντες, ἵνα διὰ παντὸς ἀέναα μένοντα 8.5.7 φυλάσσηται. προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν καὶ πρὸς τὸν ∆ημήτριον εἶπε· Πῶς τηλικούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη· ∆ιὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ 8.5.8 θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νόμου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν αἴτησιν ἐξιλάσκεσθαι τὸν θεὸν σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμβαῖνόν ἐστι· δι' ὀνείρου δὲ μαθόντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς 8.5.9 κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγὼ διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη καὶ λαβὼν