ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τοὺς μοδίους, οἳ πλοίων ἱστοῖς ἐνδεδεμένοι μετέωροι ἔκρυπτον ἔνδον ἄνδρας, εἰωθότας ἐκεῖθεν καταπέμπειν τὰ βλάπτοντα, συνεχῶς εὔσκοπα βάλλειν καὶ κατακλᾶν καὶ ἀγῶνα παρέχειν τοῖς μαχηταῖς ἐκεῖθεν διεκχεῖσθαι κάτω καὶ περισῴζεσθαι· ἦσαν δὲ τὰ τοιαῦτα ὡσεὶ καὶ βέλη νηπίων πρὸς τὴν μητέρα μεγάλην μηχανὴν παραβαλλόμενα, εἴ τι χρὴ ἐκ τοῦ σοφοῦ στρατηγοῦ πορίσασθαί τι νόημα, ὃς τοὺς ἐκεῖθεν ἐπαφιεμένους λίθους τεθηπὼς τοῦ κτύπου «ἄκουε τὴν γραῖαν» ἔλεγεν, ἀπαθὴς οὕτω τι καὶ μέτριος ὢν καὶ τὴν θρεψαμένην μαῖαν, οἶμαι, φαντάζεσθαι δοκῶν, παθαινομένην ἐπ' αὐτῷ καὶ κλαίουσαν. Λακωνίζων δὲ καὶ ἄλλως ἐκεῖνος τὴν φράσιν ὡς ἐν μεταποιήσει «κάμνει ἡ γραῖα πάλιν» ἐμογγιλάλει. Ἀπεφοίβαζε δὲ ἄρα ὁ λόγος οὗτος κατά τι πυθωνικὸν ὡς ἡ πρεσβυτάτη Θεσσαλονίκη πρὸς εἴδωλα καμόντων οἴχεται, καθὰ καὶ πάλαι ποτέ, ὡς ἐξ ἱστορίας καθήκει καὶ εἰς ἡμᾶς. Καὶ ἦσαν οἱ λίθοι ἀκριβῶς ἀνδραχθεῖς, ὁποίους κατὰ τῶν ἀμφὶ τὸν Ὀδυσσέα οἱ Λαιστρυγόνες διεχειρίζοντο. Τοῦ τοίνυν κακοῦ κάτω μὲν ἀναστομοῦντος εἰς ἀξιόλογον χάσμα τὴν τοῦ τείχους στεγανότητα, ἄνω δὲ τοιούτοις λίθοις εἰς τρόμον βιαζομένου, 100 ὀκλάζει τὸ καὶ τοὺς πόδας καὶ τὰ ὕπερθεν παθὸν καί πως ἐπὶ γόνυ συνιζάνει, τά γε πρῶτα εὐμηχάνως συνεστηκός, ἕως οἱ μὲν ὑπορύττοντες, τὸν κατ' αὐτοὺς ἄεθλον διηνυκότες, ἀποκατέστησαν ταῖς τῶν συμβαρβάρων σκηναῖς, τὰ δὲ ὑποβεβλημένα εἰς ἔρεισμα τῇ διορυγῇ κατεκάη, ὡς δοῦναι τόπον ἐντεῦθεν τῇ κατακύψει τοῦ τείχους. Οὗπερ οὕτως ὑποκλιθέντος εἰς πλαγιασμόν, συμβαίνει τὸ ἐκείνου ἄκρον διαιρεθῆναι ἄνωθεν ἕως καὶ κάτω, ἔνθα πως ἐγλωχινοῦτο γωνιούμενον, καὶ διαχανεῖν εἰς ἡμέτερον ὄλεθρον. Τοῦ γὰρ συνδετικοῦ παραλυθέντος εἱρμοῦ, ἔσχιστο ἐξ ἀνάγκης, ὅτι μηδὲ εἶχεν ἡ ἐχομένη πλευρὰ ἐν καθεστῶτι ἡρμόσθαι, τῆς ἐκ πλαγίων ὑπενδούσης κατὰ βάρος, ἀλλ' ἐκπέμψασά τι ἑαυτῆς, ἀφῆκεν ἐπακολουθεῖν κατακλιθείσῃ τῇ γείτονι· καὶ οὕτω χάσμημα καθ' ἡμῶν Ἅιδου εὐρυνθὲν κατέσπακεν εἰς χάος ἀτρύγετον. Ἦν δὲ ὁ τόπος οὗτος πύργος Χαμαιδράκοντος ἐπικληθεὶς τῷ λαχόντι ἐπιστατεῖν σύν γε τοῖς ἀμφ' αὐτὸν οὐκ ἀεργοῖς στρατιωτικοῖς, ἀνδρὶ τότε μὲν τακτικῷ, ὕστερον καὶ συμπόνῳ ἡμῖν· ὃς μόνος τῶν ἄλλων ἐνσχεθεὶς τῇ πόλει, τὸ μὲν φαινόμενον κατὰ νόσον, ἄλλως δὲ προμηθείᾳ θείᾳ καὶ συναεθλεύων ἡμῖν παρήγορα, θρίξ, ὅ φασιν, ἀνὰ μέσον καὶ ἔβλεπε θάνατον, εἰ μὴ τὸ τῆς τριχὸς ταύτης γραμμικὸν οἷα καὶ εἴς τι πλατὺ ἐπίπεδον ἡμεῖς διαστήσαντες, ὡς ἐμεθόδευσεν ὁ τῆς σοφίας Θεός, καὶ παρατείναντες καιρόν, δι' οὗ ὁ βαρβαρικὸς ἐμαλάχθη θυμός, συνετελέσαμεν τι καὶ αὐτοὶ τῷ ἀνθρώπῳ εἰς τὸ καλὸν ἧς ἄρτι ἔχει ζωῆς. Τοῦ τοίνυν τείχους ἐκείνου παθόντος ὡς ἔπαθεν, ἐπείπερ ἡμέρα διέφαυσε καὶ εἶδον τὸ ἐκεῖσε χαρώνειον χάσμα οἵ τε ἐχθροὶ οἵ τε ἡμεδαποί, ἐκεῖνοι μὲν συνέχασκον θηριωδῶς τοῦ λοιποῦ καθ' ἡμῶν, ἡμῖν δὲ συμμύσασι ξύμπασα ἐκλείσθη ἐλπίς. Καὶ ἦν μὲν τὰ πρὸ τούτου θρασὺς ὁ στρατηγὸς κομπάζων πρὸς τοὺς εὖ εἰδότας τὸ τεῖχος οὐκ εὖ πείσεσθαι ὡς, εἰ καὶ καταπεσεῖται, ὅμως αὐτὸς ἐπιλέγδην κρίνας τοὺς ἀρίστους τῆς στρατιᾶς τεῖχος σιδήρεον ἀντιστήσει, τὸ ἐκ τῶν ὅπλων, καὶ ἕως καὶ εἰς τεσσαράκοντα ἡμέρας φύλαξ ἔσται τῆς πόλεως, τότε δὲ ὁ μέχρι λόγου θρασὺς ῥηξήνωρ τῇ τοῦ τείχους ῥήξει διεκόπη τῶν αὐχημάτων καὶ μὴ μένων ὁ αὐτὸς ἔμπαλιν ἐξένευσεν. Ἅμα γὰρ δόρυ ἐσκέψατο πολεμικὸν ἐπὶ τοῦ ῥήγματος ἀναρριχησαμένου τῶν τινος πλωΐμων, οὓς ἀνδρικοὺς τὰ τοιαῦτα καὶ δεξιοὺς ἡ τοῦ Σιφάντου ναῦς ἐπλώϊζε (πειρατὴς δὲ ὁ Σιφάντος, ἑκὼν προσχωρήσας τοῖς Σικελοῖς κατά τινα ῥήτρην τὴν συνδόξασαν· ὃς καὶ ἡμᾶς ἑλῶν ἐξένισε, ῥητέον γὰρ οὕτως, ἐπὶ νεὼς τῆς 102 κατ' αὐτόν, ὡς καὶ ὑποκαταβάντες λόγῳ βραχὺ παραστησόμεθα), ἅμα γοῦν οὕτως εἶδεν ὁ τρέσας ∆αυῒδ καὶ ἅμα κατόπιν βαλὼν τὰς ἀνδρικὰς ὑποσχέσεις καὶ τὰς τεσσαράκοντα ἡμέρας εἰς οὐδὲ λεπτὸν συστείλας ὥρας, ἔδειξε μετάφρενα