31
σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι αἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν· οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τῆς γεέννης τοῦ πυρὸς ἐξαρπάσουσιν. Εἰ γὰρ ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ ἡμῖν ἔσται τὰ ἀγαθά; Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται, χωρὶς τῆς τοῦ πλησίον σωτηρίας. Καὶ γὰρ καὶ ὁ Παῦλός φησι· Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ 63.608 τὸ τοῦ ἑτέρου ἕκαστος· εἰδὼς ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Καθάπερ γὰρ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες (ὄψονται γὰρ πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο), οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλ' αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τὴν κόλασιν ἀπελεύσονται· οὕτω καὶ οἱ διδάσκοντες καὶ νουθετοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίας. Καὶ μή μοι λεγέτω τις· Τί γὰρ ἔχω κοινὸν πρὸς ἐκεῖνον; ἀλλότριός ἐστι καὶ ἄγνωστος. Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχῃ μυστηρίων, καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν ἁπάντων ἐστὶν οἰκειότερος. Ὥσπερ γὰρ οὐχ οἱ κλέπτοντες μόνον, ἀλλὰ καὶ οἱ κύριοι μὲν ὄντες κωλῦσαι, μὴ ποιοῦντες δὲ, τὴν αὐτὴν ἐκείνοις διδοῦσι δίκην· οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, τὴν αὐτὴν ἐκείνοις ὑποστήσονται τιμωρίαν. Ἕκαστος ὑμῶν ἕνα τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω, πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παῤῥησίας ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιώτερα, τὰς ψυχὰς τῶν πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ γὰρ καὶ οἱ νοσοῦντες πολλάκις λακτίζουσι καὶ ὑβρίζουσιν· ἀλλ' ὅμως ἀνεχόμεθα, καὶ ταῖς ὕβρεσιν οὐ δακνόμεθα, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν, τοῦ ταῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν ἰδεῖν. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν τῶν μελῶν ἡμῶν σηπομένων; Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἐγκαλεῖς καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας; καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τῷ Θεῷ, καὶ τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός; τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα. Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ' ἑκάστην ὑποσκελιζομένας περιοψόμεθα; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέστρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα. ∆ιὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν. Βούλει διορθῶσαι τὸν ἀδελφόν; δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ' ἰδίαν λαβὼν παραίνεσον, συμβούλευσον, παρακάλεσον, δεῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα, πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας 63.609 αὐτὸν ὑπομιμνήσκεις· κάτασχε πόδας, καταφίλησον χεῖρας, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει. Ταῦτα γὰρ καὶ ἰατροὶ ποιοῦσι πολλάκις, δυσαρέστως ἔχοντας τοὺς κάμνοντας καταφιλοῦντες, παρακαλοῦντες, ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον. Κἂν ἀποθανεῖν δέῃ