ἀλλ' ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦν τας ἔσθ' ὅτε, καθ' ὃν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων χαρισμάτων διανομεύς· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ' ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ.(δ φ. 19) Μό νος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὢν τοῦ Πα τρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχό μενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ' αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀν θρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὢν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν. Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρω πον ὃς ἦν παραλελυμένος, κ.τ.λ. (δ φ. 19) Εἶτα οὐκ εὐαριθμήτου πλήθους τῶν Γραμματέων, φησὶν, καὶ Φαρισαίων συνειλεγμένου, ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον, ὃς ἦν παράλυτος· καὶ μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελ θεῖν, ἀνεκόμισαν ἐπὶ τὸ δῶμα, ὡς ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέρα μον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην· καὶ ὅμως τούτων γινομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεω ρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομώ σαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράβαττον, 72.565 καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Τί οὖν ὁ Κύριος; Ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν παραλελυμένου, ἀλλὰ τῶν κομισάντων· ἔνεστι γὰρ καὶ ἄλλον δι' ἄλλων πίστιν θεραπεύεσθαι· ἢ καὶ αὐτὸν τὸν παράλυτον πιστεύσαντα ἰάσατο. Εἴποι δ' ἄν τις ὕπ αιθρον εἶναι τὸν τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατ εβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες. Εἰπὼν δὲ πρὸς αὐτὸν ὁ Σωτήρ· "Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου," κοινῶς τῇ ἀνθρωπότητι τοῦτο λέγει· ἔμελλον γὰρ οἱ πιστεύοντες εἰς αὐτὸν, ἰαθέντες τῶν ψυχικῶν παθη μάτων τὰς ἁμαρτίας ἃς πρῶτον ἐπλημμέλουν ἀφίε σθαι. Ἢ τοῦτό φησιν· Ἔδει με πρὸ τοῦ σώματος ἰάσασθαί σου τὴν ψυχήν. Ἐπεὶ ἐὰν μὴ τοῦτο γένη ται, ἐπὶ πλεῖον ἁμαρτάνεις λαβὼν ἰσχὺν εἰς τὸ περι πατεῖν. Εἰ γὰρ καὶ μὴ ἐζήτησας τοῦτο, ἀλλ' ἐγὼ ὡς Θεὸς ὁρῶ τὰ τῆς ψυχῆς πάθη ἐξ ὧν καὶ ἡ νόσος σοι συμβέβηκε. (A f. 87, B f. 58 b, E f.116, H f. 269 b) Καλῶς οὖν ὁ Σωτὴρ, ἐπειδὴ ἀναγκαῖον ἦν, οὐκ εὐαριθμήτου πληθύος τῶν Γραμματέων καὶ Φαρισαίων συνει λεγμένης, γένεσθαί τι τῶν ὅτι μάλιστα θεοπρεπε στάτων εἰς ὄνησιν αὐτῶν, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ, ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔῤῥιπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος· ἐπειδὴ ἀσθενοῦσα πρὸς τὸ συμβὰν ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἀπεκομίζετο. Ὡς δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις· ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, δείκνυσιν εὐθὺς ὁ Χρι στός· ἐπεφώνει γὰρ τῷ κειμένῳ· "Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου." Ἀλλ' ὥς γε οἶμαι, πρὸς τοῦτο ἐρεῖ τις· Ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο, καὶ πῶς ἄφεσιν αὐτῷ τῆς ἁμαρτίας Χριστὸς ἐπηγγέλλετο· Ἵνα μάθῃς ὅτι σεσιγημένως καὶ ἀψοφητὶ Θεὸς κατα σκέπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· "Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει." Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀῤῥωστίαν ἐμβάλλων τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου· "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ." Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· "Υἱὲ, μὴ ὀλιγώρει παιδείαν Κυρίου, μὴ δὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα δέχεται." Καλῶς οὖν ἄρα Χριστὸς τὰς τοῦ νοσεῖν ἀφορμὰς, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστιν τὴν