32
ὑπόνοιαν ὅτι διὰ τοῦτ' αὐτῷ γέγονεν, ἐξιλασάμενος τὸν 8.5.10 θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ ∆ημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς.» 8.5.11 Ταῦθ' ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθω γραφῆς. φέρε λοιπὸν καὶ τὸ πολίτευμα τῆς κατὰ Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ' Αἰγύπτου πορείας τῶν Ἰουδαίων, ἣν πεποίηνται Μωσέως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν ὑπὲρ Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν·
8.6.1 ςʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΑΠ' ΑΙΓΥΠΤΟΥ ΠΟΡΕΙΑΣ ΤΩΝ ΙΟΥ∆ΑΙΩΝ «Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς, πρὸς δ' ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως καὶ ἅμα τοῦ θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἧττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς μετελθεῖν εἰς Αἴγυπτον, εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινί πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ' ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν.» 8.6.2 Καὶ μετὰ βραχέα φησίν· «Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν, εἰ βούλει, διάφορος· οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα λόγων. καλῆς μέντοι γοητείας καὶ πανουργίας! ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο καὶ ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα 8.6.3 εὐπειθεῖς διεφύλαξε. καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον, ἀλλ' ὅσον οὐδ' οἰκίαν ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνείας εἰκός ἐστι. καὶ οὐ δίψος, οὐ λιμός, οὐ φθορὰ σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβησομένων ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῆρε τοὺς ἐξαπατωμένους καὶ περι8.6.4 φθειρομένους λαούς. καίτοι τί βούλει φῶμεν; ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην ἢ δεινότητα λόγων ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ' αὐτὸν ἀνθρώπων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ' εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν ἢ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ θεὸν τὰς δυσκολίας αὐτοῖς πραΰνειν καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος ὥσπερ ἐπιστατεῖν. ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ 8.6.5 τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται. καὶ τὰ μὲν τῆς 8.6.5 ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα ἱδρύθησαν καὶ τὴν χώραν ἔσχον ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται· οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ' ἱστορίαν ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα 8.6.6 ἐπεξελθεῖν. πότερον γάρ ποτε βούλει τῷ πλήθει τῷ κατὰ τῶν σωμάτων ἔτι περιόντας, καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ' ἰσχύοντας καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν, Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας; ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν