τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ «Κομνηνέ, στάμα καὶ πέζευμα», ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ «καβαλλίκευμα» καὶ τὸ «καθά με βλέπετε», ἐπόθει μὲν ἴσως παρατυχεῖν που τὸ τηνικαῦτα Πήγασόν τινα, δι' οὗ πτερύξεται εἰς ὄρος εἴθε ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἠρκέσθη δὲ ὅμως τῇ φίλῃ ἡμιόνῳ, ἣ καὶ τότε φέρειν αὐτὸν ἔλαχε. Καὶ παραδειγματικῶς προφεύγων, τρυφερὸς ἰδεῖν, εὔυφος τὴν ἀναβολήν, ἄτριπτος ὅπλοις τὰς χεῖρας, γυμνασίῳ πρέπων, ἀμίαντος αἵματι, εἶχεν ὡσεὶ καὶ κτίλος ἐφεπομένους τοὺς ἅπαντας παρά τι ὀλίγον. Ἦσαν γὰρ ἐν τοσούτῳ πλήθει καὶ μεγάθυμοι ἄνδρες, οἳ καὶ ἀντισταθέντες ἐν τῷ τὸν στρατηγὸν ἄνετα διώκειν ἑαυτὸν εἰς φυγήν, οἱ μὲν ἔπεσον μακαρίως καὶ εὐγενῶς, οἱ δὲ γενναῖα δράσαντες ἐνδεδώκασιν, ὅπου γε καὶ τὸ πολεμικὸν ἐκεῖνο δόρυ καὶ οἱ συναναβάντες τὴν ἀρχὴν βάρβαροι κατεσείσθησαν ὑπό τινων ἡμετέρων πολιτῶν, οὔκουν γε στρατιωτῶν. Οἱ δὴ πολῖται καὶ κατὰ κράτος ἀντέσχον, ἕως κυκλωθέντες εἶδον κίνδυνον, οὐ πτυρέντες δείματι πανικῷ τῷ τοῦ ∆αυΐδ, ἀλλὰ μεμνημένοι βλάπτειν ἔσω μάλιστα πόλεως οὓς καὶ ἐκτὸς ὥρμαινον σίνεσθαι, εἴπερ ἀφίεντο. Ὃ δὲ ἐτροχαλώθησαν οὗτοι κύκλωμα, οὐκ ἐκ τῶν ἄνωθεν ἦν, ἀλλὰ τῶν εἰσδραμόντων βαρβάρων ἐκ τῶν ἑῴων πυλῶν, ἃς ὁ στρατηγὸς ἀνεῳγμένας ἕωθεν τοῖς ἐχθροῖς ἐχαρίσατο εἰς παρείσδυσιν ἄπονον, ἐπειδὰν ἐγχειρήσας φυγεῖν ἐπέτρεψε τῷ κατεπανεύοντι συναναφεύγειν εἰς τὴν ἀκρόπολιν, ἐάσαντα τὰς πύλας, αὐτὸν δὴ τὸν ἐκείνου φάναι λόγον, πυρέσσειν, ὡς οἱ ἀκηκοότες διδάσκουσιν. Οὕτω δὴ οὖν τοῦ πολεμικοῦ δόρατος ἀναφανέντος ἐπὶ τοῦ τείχους, ἤδη ἐψιλωμένου τῶν ἡμετέρων (λέγω δὴ τοῦ ἑῴου· τὸ γὰρ δυσμικὸν οὐ τοιούτους εἶχε προμάχους, ἀλλὰ τῶν τινες ἐκείνων ἀντεῖχον ὡς οὐκ ἂν εἴη ἀνδρικώτερον, ὧν ἐν τοῖς μάλιστα Λέων ὁ Κουταλᾶς, καὶ φρενῶν καὶ ῥώμης καὶ ἀνδρίας πλήρης ἀνήρ, ὃς ἕως καὶ περὶ πλήθουσαν ἀγοράν, τῆς πόλεως ἤδη μεμεστωμένης ὧν οὐκ ἠθέλομεν, ἀντιστάς, εἶτα, πρὸς οὐδενὸς ἔχων ἐπικουρίαν, καθυφῆκε, καὶ εὐτυχῶς γυμνωθείς, ἐκέρδανεν ἑαυτὸν εὐκλεῶς, τότε μὲν πολλὰ κεκλαυμένος ὑφ' ἡμῶν, ἄρτι δὲ ἐν τοῖς τῶν ἐπαινουμένων πρώτοις ταττόμενος παρά γε ἡμῖν, οἵπερ οἴδαμεν) τοῦ τοίνυν ὑψοῦ, ὡς ἐρρέθη, φανέντος δόρατος ἐκείνου τῇ συνήθει μετακλίσει καὶ κατακύψει, ὡσεὶ καί τινι κατανεύσει κεφαλῆς ἢ καὶ χειρὸς νεύματι μετακαλουμένου τοὺς ἔξω, βραχύ τι ὥρας μέσον 104 ἦν καὶ ἡ πόλις πλήρης ἦν τῶν πολεμίων, περιάγοντος Αὐγούστου τετάρτην καὶ εἰκοστὴν ἡμέραν ἐξ ὅτου ἐνέστη, πρῶτα μὲν τῶν τοῦ ναυτικοῦ, εἶτα κατὰ συνάφειαν καὶ τοῦ ἱππικοῦ. Καὶ ἦν ἰδεῖν τὴν ἡμέραν τότε οὐκέθ' ἡμέραν, ἀλλὰ νυκτὶ ἐοικυῖαν καὶ οἷον παθαινομένην καὶ σκυθρωπάζουσαν ἐφ' οἷς ἑώρα. Ὁμίχλη γὰρ αὐτὴν βαθεῖα ἐπάχυνεν, ὡσεὶ καὶ ἐκ κονιορτοῦ, ὃν ἢ τυφὼς αἴρει ἢ πόδες ζῴων, ἅπερ ἀριθμὸς μετρεῖ ἀπειροπληθής, ὡς εἶναι εἰπεῖν ὀκνεῖν λάμπειν τὸν ἥλιον οἷς αἱ τῶν ὅπλων ὑπερηύγαζον αὐτὸν λαμπρότητες, παρῳδῆσαι δὲ καὶ ἐκ παλαιᾶς Μούσης «ὀκτωκαίδεκα μὲν πλέεν ἤματα ποντοπορεῦον» τὸ τῆς πόλεως σκάφος, «ἐννεακαιδεκάτῃ δ' ἐφάνη οὔρεα σκιόεντα», δι' ὧν ὁ τῆς ζωῆς ἡμῖν ἥλιος ἀποτειχιζόμενος ἐμέλαινε σκιὰν ἐπικαλύψουσαν ἡμᾶς ψαλμικῶς. Οἱ δὲ χθὲς καὶ πρῴην ἀλαλαγμοὶ καὶ αἱ κατὰ πόλεμον βοαὶ καὶ ὁ ἐντεῦθεν θροῦς οὐκέτ' ἦσαν, ἀλλ' ἀντιστρέψαντα τὸ ψαλμικόν, οὐκ ἦν ἀλαλαγμὸς ἐν τοῖς ἡμῶν πλήθεσιν. Εἶδες δ' ἂν καὶ ὀρνέων πετομένων κενὸν τὸν ἀέρα, οὐκ οἶδ' εἴτε διὰ τὸ τοῦ ἀέρος στυγνὸν εἴτε καὶ ὅτι φρικτὸν ἦν καὶ ἐκείνοις τὸ πρᾶγμα. Ἡμέραι γοῦν ἱκαναὶ καὶ οὐδαμοῦ οὔτε στρουθοὶ οὔτε πέλειαι οὔτε κόρακες, οἳ τῇ καθ' ἡμᾶς πρῴην ἐπεχωρίαζον, οὔτε ἄλλος τις ὄρνις τὸν ἀέρα διενήχοντο, ἀλλ' ἐκτετοπισμένα ἐνέμοντο καὶ ἡμῖν ἄφαντα. Ἀλλὰ τοῦτο μὲν καὶ μετὰ τὴν ἅλωσιν ἐφ' ἱκανόν, οἷα τοῦ δέους καὶ τοῖς ἀλόγοις παραμένοντος. Ἡμέραι γὰρ ὕστερον συχναί, καὶ αἱ μὲν ἄμφοδοι τῆς πόλεως ἔπληθον σπορίμων παντοδαπῶν, οἷς χαίρουσιν οἱ τῶν ὀρνίθων σπερμοφάγοι (τὸ βάρβαρον γὰρ οὐκ ἀνίει ἁρπάζον καὶ κατακενοῦν), ὄρνις δέ ποθεν οὐ κατέβαινε.