32
ὑπὲρ τοῦ σωφρονίσαι τὸν ἀδελφὸν, μὴ ἀποκνήσῃς· μαρτύριόν σοι τοῦτό ἐστιν· ἐπεὶ καὶ Ἰωάννης μάρτυς ἦν· καίτοι γε οὐχὶ θῦσαι ἐκελεύσθη, οὐδὲ εἴδωλον προσκυνῆσαι, ἀλλ' ὑπὲρ τῶν ἱερῶν νόμων ὑβριζομένων τὴν κεφαλὴν ἀπέθετο. Καὶ σὺ τοίνυν ἀγώνισαι μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Καὶ μή μοι τις λεγέτω, Οὐδὲν ἔχω κοινὸν πρὸς τὸν ἀδελφόν. Πρὸς τὸν διάβολον οὐδὲν ἔχομεν κοινὸν μόνον, πρὸς δὲ τοὺς ἀνθρώπους πολλὰ ἔχομεν κοινά· τῆς φύσεως ἡμῖν τῆς αὐτῆς μετέχουσι, τὴν αὐτὴν γῆν οἰκοῦσι, καὶ ταῖς αὐταῖς τρέφονται τροφαῖς, τὸν αὐτὸν ἔχουσι ∆εσπότην, τοὺς αὐτοὺς ἐδέξαντο νόμους. Μὴ τοίνυν ταῦτα λέγωμεν, ἀλλὰ τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι καὶ καταλλάττειν τοὺς μαχομένους· καὶ τί λέγω μάχην; εἰ καταπεσόντα ἴδοιμεν ὄνον, πάντες χεῖρα ὀρέγομεν καὶ ἀναστῆσαι σπεύδομεν· τῶν δὲ ἀδελφῶν ἀπολλυμένων ἀμελεῖν καὶ πῶς οὐ δεινόν; Μὴ τοίνυν παύσῃ παραινῶν τὸν ἀδελφὸν ὁρῶν ἀπολλύμενον, κἂν λοιδορῇ, κἂν ὑβρίζῃ, κἂν ἀπειλῇ ἐχθρὸς γενέσθαι, κἂν ὁτιοῦν ἕτερον ἐπανατείνηται, πάντα φέρε γενναίως, ὅπως αὐτοῦ κερδάνῃς τὴν σωτηρίαν. Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σοι φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς. Μέγα μὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενομένους· ἀλλ' οὐδὲν τοιοῦτον οἷον τὸ πλάνης ἀπαλλάττειν· οὐδὲν γὰρ ψυχῆς ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας. Ὥστε κἂν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοσοῦτον ἐργάσῃ οἷον ὁ μίαν ἐπιστρέφων ψυχήν. Ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον, οὐχὶ κινδυνεύων καθάπερ ἐκεῖνοι, καὶ λιμοὺς καὶ λοιμοὺς καὶ τὰ ἄλλα ὑποφέρων κακά· εἰρήνης γὰρ ὁ παρὼν καιρός· ἀλλὰ τὰ ἀπὸ τῆς προθυμίας ἐπιδεικνύμενος. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; στόμα ἔσται τοῦ Χριστοῦ· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησίν. Ἔξεστι τοίνυν καὶ οἴκοι καθημένοις, ταύτην τὴν ἁλείαν ἐργάζεσθαι· εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω, καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Κἂν μὴ σήμερον πείσῃς, αὔριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν ἕξεις ἀπηρτισμένον· κἂν μὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ τῶν πολλῶν δυνήσῃ. Καὶ γὰρ καὶ οἱ ἀπόστολοι, εἰ καὶ μὴ πάντας ἔπεισαν, ἐπεὶ πᾶσι διελέχθησαν, τὸν ἐπὶ πᾶσι μισθὸν ἐκαρπώσαντο. Μὴ τοίνυν, ἐπειδὴ πολλοὺς οὐ δύνασαι διδάξαι, καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ, καὶ τῶν μικρῶν σεαυτὸν ἀφελκύσῃς. Κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν 63.610 δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ δυνηθῇς, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Καὶ γὰρ τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι οἱ διδάσκοντες, ἀλλὰ τοῦ μὴ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι μόνον ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἡμῶν μὴ παραινεσάντων, κἂν μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται κέρδος· οὕτως ἐὰν, ἡμῶν παραινεσάντων, ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων· ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πληρῶν πᾶν. Ἀλλ' εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Ἂν τοίνυν ἴδῃς τινὰ δεόμενον ψυχικῆς ἢ σωματικῆς θεραπείας, μὴ λέγε πρὸς ἑαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; ἢ, ὅτι Ἐγὼ