ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται· ἐξαιρεθείσης γὰρ ταύτης, δι' ἣν καὶ τὸ πάθος, ἕδει πάντως συναναιρεθῆναι τὴν νόσον. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες, κ.τ.λ. (A f. 87 b, E f.116 b, H f. 271) Ὁ μὲν οὖν, 72.568 ὅπερ εἴρηται, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο· θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσμαθὲς καὶ βάσκανον τῶν Φαρι σαίων ἐργαστήριον· προσελάλουν γὰρ ἀλλήλοις· Τίς οὗτός ἐστιν ὃς λαλεῖ βλασφημίας; Ἀλλ' οὐκ ἂν ἔφης ταῦτα, ὦ Φαρισαῖε, περὶ αὐτοῦ, εἰ τὰς θείας ἠπί στασο Γραφὰς, εἰ τῶν προφητικῶν ἐμέμνησο λόγων, εἰ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον. Βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην αὐτοῦ καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι· τὸν γὰρ εἰπόντα δυσφημίας κατὰ τοῦ Θεοῦ θάνατον ὑπομένειν ὁ διὰ τοῦ Μωϋσέως προσέταττε νόμος. Ἐπειδὴ δὲ ἅπαξ τοῦτο τετολμή κασι, δείκνυσιν εὐθὺς ὅτι Θεός ἐστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. Τί γὰρ, φησὶ, διαλο γίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Οὐκοῦν, ὅταν λέγεις, ὦ Φαρισαῖε, Τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς ὁ Θεός; ἐρῷ σοι κἀγώ· Τίς δύναται καρδίας εἰδέναι καὶ τοὺς ἐν τῷ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς τῶν προφητῶν, ὅτι "Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφρούς." Ἔφη δέ που καὶ ὁ ∆αβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν· "Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν." Οὐκοῦν ὁ εἰδὼς καρδίας τε καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίας ὡς Θεός. Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου, κ.τ.λ. (A f. 88, H f. 272) Εἶτα ἐπειδὴ ἐν μὲν γὰρ τῷ εἰπεῖν, "Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου," τόπος ἐστὶ πολλάκις ἀπιστίας εὐάφορμος· ἀφιεμένας γὰρ ἁμαρτίας ἄνθρωπος οὐχ ὁρᾷ τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τὸ δὲ ἀποβαλεῖν τὴν νόσον, καὶ ἀνα στάντα περιπατεῖν τὸν παράλυτον, ἀπόδειξιν ἔχει σαφῆ τῆς θεοπρεποῦς ἰσχύος, ἐπάγει· "Ἐγερθεὶς ἆρον τὸ κλινίδιόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." (A f. 88, H f. 273) Ὃ δὴ καὶ πέπρακται· ὑπενόστησε γὰρ εἰς τὴν οἰκίαν, τῆς οὕτω μακρᾶς ἀῤῥωστίας ἀπηλλαγμένος. ∆έδεικται τοίνυν δι' αὐτοῦ τοῦ πράγματος, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώ που ἐπὶ γῆς ἀφιέναι ἁμαρτίας. Καὶ περὶ τίνος ἆρα τοῦτό φησιν; ἆρα περὶ αὑτοῦ ἢ καὶ περὶ ἡμῶν, Ἀληθὲς τοῦτό τε κἀκεῖνο· αὐτὸς μὲν γὰρ ὡς ἐναν θρωπήσας Θεὸς, ὡς τοῦ νόμου Κύριος, ἀφίησιν ἁμαρτίας· ἐλάβομεν δὲ καὶ ἡμεῖς παρ' αὐτοῦ τὴν οὕτω λαμπρὰν καὶ ἀξιοθαύμαστον χάριν· ἐστεφάνωσε γὰρ τὴν ἀνθρώπου φύσιν καὶ τῇ τοιᾷδε τιμῇ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· "Ἀμὴν λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς." Καὶ πάλιν· "Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται." Πότε δὲ ταῦτα πρὸς αὐτοὺς εὑρίσκεται λέγων; Ὅτε πατήσας τοῦ θανάτου τὸ κράτος καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ἐνεφύσησεν αὐτοῖς λέγων· "Λάβετε Πνεῦμα ἅγιον." Ἀποδείξας γὰρ αὐτοὺς τῆς αὐτοῦ φύσεως κοινωνοὺς, καὶ ἐνοι 72.569 κίσας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, τότε καὶ τῆς ἑαυ τοῦ δόξης ἀπέφηνε κοινωνοὺς, δοὺς ἐξουσίαν ἀφιέναι τε καὶ κρατεῖν ἁμαρτίας. Ὅτι τοίνυν ἡμεῖς αὐτὸ δὴ τοῦτο πληροῦν προστετάγμεθα, πῶς οὐ πολὺ μᾶλλον αὐτὸς ἀφίησιν ἁμαρτίας, ὁ δοὺς ἑτέροις τὴν ἐξουσίαν τοῦ δύνασθαι τοῦτο δρᾷν; Καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν. (A f. 88 b, B f. 60, E f.116 b, H f. 275) Τε λώνης γὰρ ἦν ὁ Λευῒς, ἀνὴρ ἄπληστος εἰς φιλοκερ δείας, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν αὐτῷ προσηκόντων ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώ ναις τὸ ἐπιτήδευμα. Ἀλλ' ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι στοῦ· ἔφη γὰρ αὐτῷ· "Ἀκολούθει μοι· ὁ δὲ πάντα ἀφεὶς, ἠκολούθησεν αὐτῷ."(A f. 89, H f. 276 b) Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος,