1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

33

γῆν λαβεῖν παρ' ἑκόντων, ἔπειτα δ' εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν οἰκοδομῆσαι καὶ τἄλλα εἰς εὐσέ8.6.7 βειαν καὶ ἁγιστείαν καταστήσασθαι; δηλοῖ γάρ, ὡς ἔοικε, ταῦτά γε καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς· ἐχθροὶ γὰρ ἦσαν 8.6.8 ἐξ ἀνάγκης ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι. παρὰ τούτοις δ' οὖν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὴ τὰ δεύτερα ἐφεξῆς ἢ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς θείς, οὕτω σφόδρα ἐθαύμασαν, ὡς ὅ τι δήποτε ἔδοξεν 8.6.9 ἐκείνῳ, καὶ αὐτοῖς. εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασεν, ἅπαν τοῦτο εἰς τὸν θεὸν ἀνάγειν καὶ πλειόνων ἐτῶν διεληλυθότων τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα, πλέω δ' οὖν ἢ δισχίλιά ἐστι, μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ' αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι.» 8.6.10 Ταῦτ' εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πολιτείαν, γράφων οὕτως·

8.7.1 ζʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΙΑΣ

«Ἆρά τι τούτων ἢ τούτοις προσόμοιον παρ' ἐκείνοις ἐστί, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν καὶ δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδέν, ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα. ἐὰν παιδεραστῇς, ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα ἄρρενα μὲν μηδὲ λέγε, ἀλλὰ κἂν θήλειαν, ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς, ἐὰν καὶ παρ' ἡλικίαν αἰσχρόν τι πάθῃς 8.7.2 ἢ δοκῇς ἢ μέλλῃς, θάνατος ἡ ζημία. ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς, ἐὰν δεσμοῖς συνέχῃς, ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτόν ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο οὐδὲ ἄξιον λέγειν, ἀλλ' εἰς πατέρα ἢ μητέρα ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ' ὁ τυχών, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον, 8.7.3 ὡς οὐ χείρονα ἀσεβείας πράξαντα. ἄλλα δὲ αὖ πάλιν, ὁποῖά τινα· γυναῖκας ἀνδράσι δουλεύειν, πρὸς ὕβρεως μὲν οὐδεμιᾶς, πρὸς εὐπείθειαν δ' ἐν ἅπασι· γονεῖς παίδων ἄρχειν, ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ· τῶν ἑαυτοῦ κτημάτων ἕνα ἕκαστον κύριον εἶναι, μὴ θεόν γε ἐπιφημίσαντα αὐτοῖς μηδ' ὡς τῷ θεῷ ταῦτα ἀνίησιν. εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι, ψαῦσαι καὶ θιγεῖν αὐτῶν 8.7.4 οὐκ ἔστιν, ἀλλ' εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι. μή μοι τὰ τῶν θεῶν ἁρπάζειν μηδ' ἀποσυλᾶν ἑτέρων ἀναθέντων, ἀλλὰ καὶ τῶν οἰκείων, ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ' ἀναθέσει, εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι δὲ ἢ ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαι8.7.5 ρεῖσθαι. καὶ ἐπὶ τῶν ἄλλων ἐφ' ὧν κύριός ἐστιν, ὁ αὐτὸς λόγος. ἐὰν ἐπιφημίσῃ τροφὴν γυναικὸς ἀνὴρ ἱερὰν εἶναι, τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ, ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη τοῦ ἱερέως ἀποφήσαντος· ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαί8.7.6 νειν, ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι. μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων κἀν τοῖς νόμοις αὐτοῖς. ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ' ἀναιρεῖσθαι, μηδ' ἐκ πρασιᾶς μηδ' ἐκ ληνοῦ μηδ' ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἁπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι