Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄστυ, ληΐων ὥσπερ ἀναφυέντων συχνῶν καὶ εἰς μῆκος ἐπιδεδωκότων, οὐδὲν ζῷον ποηφάγον ἐκεῖθεν ἐκέρδανέ τι, ἀλλ' εἶχεν αἵρεσιν κόνεως ἐρέπτεσθαι ἤπερ ἐκ τῶν βεβλαστηκότων φαγεῖν, ὡς ἢ πεφαρμαγμένων οἷς τὸ περιέχον μεμίαντο ἢ καὶ ὅτι κατὰ τοὺς ᾠκειωμένους, ὡς λόγος, τῷ πάλαι ∆ιομήδει συνεμίσουν τὸ βάρβαρον καὶ αὐτοί, οἷα μὴ ἐθάδες ἐκείνων. Καὶ τοιοῦτον μὲν καὶ τοῦτο, παραρριφὲν οὐ περιττῶς εἰς συγγραφήν. Ἡ δὲ πόλις, εἰσπηδησάντων τῶν ἀντιμάχων, ἔπασχεν ὅσα φιλεῖ δρᾶν ἄγριος πόλεμος. Καὶ οἱ μὲν ἡμέτεροι, οὐχ ὁ μὲν ὁ δ' οὐ, ἀλλὰ πάντες ἔφευγον ἀμεταστρεπτὶ καθ' ὑπεξαίρεσιν εὐαριθμήτων τινῶν, ὅπερ ἔφαμεν· ἐν οἷς καί τις Βολέας τῶν τῆς ἐκκλησιαστικῆς ξυνοικίας, ὃς ἐγγὺς ἐς τριάκοντα τοὺς μὲν ἀξίνῃ διχάσας, τοὺς δὲ καὶ ἄλλως εἰς τὸ ζῆν ἀχρειώσας, πολλῇ σπουδῇ τῶν 106 πολεμίων τὴν μητέρα γῆν ἠσπάσατο. Αἰσχύνη καὶ αὐτὸ τοῦ ∆αυΐδ, ὃς μὴ ἄν ποτε φυγεῖν ἀπομνύς, ἀλλ' ἐπὶ τῷ αὑτοῦ ξίφει πεσεῖν, εἶτα προυτράπετο σωθῆναι λύθρῳ ἄχραντος. Καὶ ἦν ἡ καθιστορουμένη φυγὴ οὐκ ἀσύντακτος, ἀλλ' ἐνδόντος ἀρχάς, ὡς προεκτέθειται, τοῦ κορυφαίου στρατηγοῦ· ὃς εἴπερ ἔδειξε πρόσωπον τοῖς ἐχθροῖς, ὡς ἐνεκελεύοντο οἱ τῶν συμφευγόντων γενναιότεροι, συνούλωσεν ἂν ταχὺ τὸ τραῦμα τῆς πόλεως. Οἱ δὲ τοῦ πολεμίου στίφους ἔκαμνον καὶ ῥίπτοντες τοὺς φεύγοντας καὶ σαττόμενοι λάφυρα. Καὶ ἐχρῆν μὲν ἐν τούτοις ἄβλητόν τινα καὶ ἀνούτατον ἐκ μετεώρου ποθὲν τὴν μάχην σκέπτεσθαι καὶ παρασημαίνεσθαι, τοῦ Θεοῦ βελέων ἀπερύκοντος ἐρωήν· ἄνθρωπος γάρ, ἐνδεθεὶς τοιούτῳ κακῷ καὶ πρὸς ἑαυτῷ τὰ μάλιστα τὸν νοῦν ἔχων, οὐκ ἂν σχοίη ἀκριβῶς τὸ πᾶν συγγράψασθαι, πλὴν εἰς ὅσον τὰ καίρια, ὧν τε ἔμαθε καὶ οἷς αὐτὸς πολυτρόπως ἐπέστησεν. Ἡμεῖς οὖν τῆς μὲν ἀκροπόλεως ἀπογνόντες διὰ τὴν τοῦ ἐκεῖσε ὕδατος ἐκδημίαν, ἧς ὁδηγὸς ὁ στρατηγὸς γέγονε, καὶ τὴν ἀναγκαίαν ἀποσκευήν, ἣν προεμηθευσάμεθα ἡμῶν τε αὐτῶν χάριν καὶ τῶν περὶ ἡμᾶς, διανειμάμενοι, ὡς καὶ προπέφρασται, μερίμνης δὲ θέμενοι ἔξω καὶ τὴν εἰς τὸν ἅγιον τάφον τοῦ Μυροβλήτου καταφυγήν, ἔτι δὲ καὶ τὴν εἰς ἑτέρους θείους ναούς, οὐ γὰρ δήπουθεν ἐλάνθανεν ἡμᾶς ὡς, πάντων τῶν φευγόντων ἐν τοῖς τοιούτοις ῥυϊσκομένων, πολλοὶ παρασυρήσονται τοῦ ζῆν ὠθισμοῖς καὶ τοῖς ἐντεῦθεν πνιγμοῖς, καὶ τῷ οἴκῳ παραμείναντες, ὃς περιᾴδεται ζῶντα ἐκθεραπεύειν τὸν ἅγιον, καὶ πολλὰ καὶ μυρία κακὰ καὶ τεθεαμένοι καὶ πεπονθότες, ἐφ' οἷς θαῦμα περίεισιν ἡμᾶς ὅπως ἀντέσχομεν, τέλος τοῦ πώγωνος, ὅ φασιν, ἑλκυσθέντες, ἀπηγόμεθα διὰ ξιφῶν μυρίων ἀνατεινομένων καὶ φρισσόντων ὡσεὶ καὶ λήϊον πεπυκνωμένον ἀσταχύεσι. Καὶ ὠθούμενοι μὲν καὶ κονδυλιζόμενοι καὶ ὕβρεις οὐ τὰς ἐν ἔθει μανθάνοντες μακάριον τὸ πάθος ἐκρίνομεν, εὐχόμενοι ἐν τοιούτοις εἶναι· ὅτε δὲ καὶ σπάθη καθ' ἡμῶν ἐγαυροῦτο καὶ παραξιφὶς ἐπλαγίαζεν ὡς εἰς σπλάχνα βάψουσα καὶ δοράτια τὰ μὲν ἔνθεν τὰ δ' ἐκεῖθεν τῶν πλευρῶν εὐθύνοντο ἀπειλητικῶς, ἀλλ' ἐνταῦθα εὐχαὶ καὶ μόναι ἀντέπραττον βύθιαι. Προενεγκεῖν γὰρ αὐτὰς πῶς ποτε ἦν; Καὶ ἕως μὲν καὶ τοῦ Πολιτικοῦ καθ' ἡμᾶς Ἱπποδρόμου τοιαύτη διάθεσις ἡμᾶς εὔθυνεν· ἐκεῖ δὲ τὸν ἤδη ἀποτεθέντα εἰς μνήμην Σιφάντον εὑρόντες, εὔιππον ἑστηκότα μετά γε καὶ τοῦ Μαυροζώμη καὶ σκεπτόμενον τί ἂν ἕλοι, μεθειλκύσθημεν ὑπ' αὐτοῦ, λόγῳ μὲν τῷ μὴ ἐπὶ πλέον κόπον σχεῖν τὸν ἀρχιεπίσκοπον, ἀληθῶς δὲ ἵνα δευτέρων χειρόνων πειρασώμεθα. Βραχὺ γὰρ ἐκεῖσε 108 τὰ γόνατα κάμψαντες ἔν τινι μικροκαλύβῃ καὶ ξηροῦ ἄρτου ἀποδακόντες, ἵνα ὕδατος ἐμπιώμεθα, ἦν γὰρ ἡ καρδία ἡμῶν καιομένη ἐν ἡμῖν, ὡς καὶ πάντα τὰ ἐντός, εἶτα κατὰ τιμὴν μυαρίου κελευσθέντες ἐπιβῆναι (μὴ γὰρ οὐ τοιοῦτον ἐκεῖνο τὸ ἱππαρίδιον;), πεισθέντες τῷ ἐπιτάξαντι καὶ ἀνατεθέντες εἰς ἐκεῖνο, ἡγόμεθα ἔνθα τὸ ναύσταθμον, μετὰ καὶ γωρυτοῦ καὶ φαρέτρας, ἅπερ ἡ σελλὶς ἔτυχε φέρουσα. Ὤ μοι τῶν ἐντεῦθεν κακῶν. Ὡς γὰρ μὴ ἀρκεσάντων τῶν νεκρῶν, δι' ὧν πεζεύων ὥδευσα θερμοῖς ἀτμιζόντων