33
κοσμικός εἰμι, γυναῖκα ἔχω καὶ παιδία· ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν. Εἰπὲ δή μοι, ἐὰν εὕρῃς χρυσίον κείμενον, μὴ λέγεις πρὸς ἑαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο; οὐδαμῶς· ἀλλὰ σπουδάζεις πρὸ τῶν ἄλλων διαρπάσαι. Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, φησὶν, ὡς στόμα μου ἔσται. Καὶ τί τούτου γένοιτ' ἂν ἴσον; ὃ γὰρ οὔτε νηστεία, οὔτε χαμευνία, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ. Μὴ γὰρ ἐγὼ ταῦτα ἐπαγγέλλομαι· αὐτὸς ὁ Θεὸς τοῦτο εἶπεν· Ὅτι κἂν ἕνα τινὰ ἐξαγάγῃς, φησὶν, ὡς στόμα μου ἔσται τὸ στόμα σου. Μὴ τοίνυν παριόντες λέγωμεν, Τίνες ἥμαρτον; ἀλλὰ σπουδάσωμεν, ὅπως αὐτοὺς διορθώσωμεν· καὶ μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλ' ἐκεῖνο σκοπήσωμεν, ὅπως αὐτοὺς ἀπαγάγωμεν. Τὸ μὲν γὰρ πρὸ τῆς ἁμαρτίας ἀσφαλίζεσθαι τοὺς ἀδελφοὺς μὴ πεσεῖν, οὐκ ὀλίγην ἡμῖν προξενεῖ σωτηρίαν· τὸ δὲ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὴν τὴν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν, οὐ μικρὸν καὶ τοῦτο παρέχει τὸν ἔπαινον. Καὶ γὰρ καὶ ἰατροὶ λέγουσι μὲν καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται τὴν ὑγίειαν διατηρῆσαι αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ τῶν ἐπιταγμάτων καὶ ἀῤῥωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν τότε μάλιστα ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων. Καὶ σὺ τοίνυν, ὅταν ἀδελφὸν δέῃ διορθῶσαι, κἂν τὴν ψυχὴν ἐπιδοῦναι δέῃ, μὴ παραιτήσῃ. Ὁ ∆εσπότης ἡμῶν δι' ἡμᾶς ἀπέθανε· σὺ δὲ οὐδὲ λόγον προΐεσαι; καὶ ποίαν ἕξεις 63.611 συγγνώμην, ποίας ἀπολογίας τεύξῃ; πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν; Εἴθε μοι δυνατὸν ἦν τούτους εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιησάμην διόρθωσιν. Εἰπὲ δή μοι, εἴ τινα εἶδες ἀπαγόμενον δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἐξαρπάσαι τῶν τοῦ δημίου χειρῶν· οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς; Τὸν δὲ ἀδελφὸν ὁρῶν οὐχ ὑπὸ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον, οὐδὲ συμβουλὴν προέσθαι ὑπομένεις, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ χαλεποῦ τούτου θηρίου; καὶ ποίας ἂν τύχοις συγγνώμης; Ἀλλ' ἰσχυρότερός σου καὶ δυνατώτερός ἐστιν; Ἐμοὶ δῆλον αὐτὸν κατάστησον, αἱρήσομαι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον, ἢ τῶν ἱερῶν αὐτὸν ἀφεῖναι ἐπιβῆναι προθύρων. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστὸν, ἡμᾶς δὲ αὐτοὺς ἀπ' ἐναντίας περὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων; Καὶ γὰρ εἴ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστὰς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας καταμάθοι τὴν σύγχυσιν καλῶς, οὐκ οἶδα τίνας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ. Καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν. Ὅταν γὰρ ἃ μὲν ἐπιτάττῃ ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύῃ, χαλεπὰ καὶ ἐπίπονα· ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττωμεν· ἆρα οὐχὶ φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς ὡς ἐχθρούς; Ἀλλ' ὥσπερ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν, δι' ὧν αὐτοὶ γεγόνασιν ἀγαθοί· οὕτω καὶ τοῖς πονηροῖς ἔθος ταῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι' ὧν αὐτοὶ γεγόνασι φαῦλοι (ἓν γὰρ αὐτὸ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστι)· καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τίς ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος πυκτίον ἔλαβε Χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰπεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλησίον εὑρήσομεν, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ παρ' ὀλίγοις· καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι ἐν κιβωτίοις διαπαντός· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ, περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων