ὡς Χριστὸς ἦλθεν ἁμαρτωλοὺς σῶσαι; Ὁρᾷς ὡς σαρ-κωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς ἑαυτόν; Καὶ σέσωσται μὲν ὁ Λευῒς, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐνεποίησε τὰς ἐλπίδας. Ὡς γὰρ σώσει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων· "Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς." Ἀλλ' οὐδὲν τούτων τοὺς Φαρι σαίους ἐνέτρεψεν· ἀλλ' ἐγκαλοῦσι τοῖς μαθηταῖς· ἄκουε γάρ· Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγον τες, κ.τ.λ. (A f. 89, E f.117, γ φ. 11 b, H f. 277 b) Ἀλλ' εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται τὴν μετάνοιαν, ἀλλ' οἷον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ, καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον. Πρὸς οὓς ἐροῦμεν· Ἐγόγγυζον πρὸ ὑμῶν οἱ Φαρισαῖοι, κεκλημένον ὁρῶντες τὸν Λευῒν, καὶ τελωνῶν ὄχλον συναγηγερ μένων καὶ συνεστιωμένων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Εἶτα προσιόντες τοῖς ἁγίοις ἀποστόλοις, κατῃτιῶντο λέγοντες· ∆ιὰ τί μετὰ τῶν τελωνῶν ἐσθίετε καὶ πίνετε; Ἀλλ' ἤκουον· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος, τοῖς οὕπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο. Ἴδω μεν δὲ, Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀγερωχίαν· ὁποίων σοι γεγονέναι αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρὺς, αὐτὸν λάβωμεν ἐξηγητὴν, 72.572 τὸν πάντα εἰδότα Χριστόν· ἔφη γὰρ περὶ Φαρισαίου μεγαλαυχοῦντος ἐν τῷ προσεύχεσθαι, καὶ τελώνου τινὸς ἑαυτοῦ κατηγοροῦντος· "Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ' ἐκεῖνον τὸν Φαρισαῖον." Ἄρ' οὖν δεδικαίωται ὁ τελώνης, ὁμολογήσας τὴν ἁμαρτίαν ὑπὲρ τὸν ὑπερόπ την Φαρισαῖον.(β.φ.60) ∆ι' ἣν δὲ αἰτίαν ἐπιλαμβά νονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος ἁμαρτωλοῖς συνεσθί οντος; Ὅτι νόμος ἦν διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, τουτέστιν ἡγιασμένον μὴ συναναμίγνυσθαι βεβήλοις· τοῦτον ἐκδικοῦντες δῆθεν τὸν νόμον ἐνεκά λουν· τὸ δὲ ἦν φθόνος κατὰ τοῦ Κυρίου, καὶ φιλο σκωμμοσύνη. ∆είκνυσιν οὖν αὐτοῖς, ὅτι οὐχ ὡς κριτὴς πάρεστι νῦν, ἀλλ' ὡς ἰατρός· καὶ ποιεῖ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ, συνὼν τοῖς ἰάσεως δεομένοις. Ἐπειδὴ δὲ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, καὶ ἕτερον προστι θέασιν αἰτιώμενοι τὸ μὴ νηστεύειν τοὺς μαθητὰς, ἐντεῦθεν βουλόμενοι πορίσασθαι λαβὴν κατ' αὐτοῦ. (A f. 89 b, B f. 60, H f. 278 b) Ὅρα δὲ τὴν ἐπι μονὴν τῆς κακουργίας αὐτῶν. Ἐπειδὴ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, ἀπ' ἄλλων εἰς ἄλλα μεταβαίνουσι, βουλόμενοι λαβὴν ποιήσασθαι καὶ ἀποφῆναι τοὺς ἁγίους μαθητὰς, καὶ αὐτὸν δὲ σὺν αὐτοῖς τὸν Ἰησοῦν, ὀλίγα τοῦ νόμου πεφροντικότας· ἀλλ' ἀκούουσι πάλιν· Νυμφών ἐστι νῦν, καιρὸς κλήσεως, καιρὸς διδασκαλίας· ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι, οὐκ ἔχει καιρὸν ἡ νηστεία. Ναὶ γὰρ, φασὶ, συνεστιᾶ σθε τελώναις καὶ ἁμαρτωλοῖς, καίτοι τοῦ νόμου προστάττοντος μὴ συναναμίγνυσθαι τοῖς ἀκαθάρτοις τὸν καθαρόν· καὶ πρόφασις ὑμῖν τοῦ παραβαίνειν τὸν νόμον, ἡ φιλανθρωπία γέγονε. ∆ιὰ τί μὴ νη στεύετε κατά γε τὸ εἰωθὸς τοῖς ἐπιεικέσι καὶ ζῇν ἐθέλουσι νομικῶς; Πρὸς δὲ τὰ τοιαῦτα φαίη τις ἄν· Ὅλως γὰρ οἶδας, ὦ Ἰουδαῖε, τοῦ νηστεύειν τὴν ὁδόν; Νενήστευκάς ποτε κατὰ τὸ θέλημα τοῦ Θεοῦ; Ὡς γάρ φησιν ὁ προφήτης Ἡσαΐας· "Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῖν ὑπονύσσετε. Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐ ταύτην τὴν νη στείαν ἐξελεξάμην, λέγει Κύριος." Εἶτα, πῶς ὁ νη στεῦσαι μὴ εἰδὼς, αἰτιᾷ τοὺς ἁγίους ἀποστόλους ὅτι μὴ νηστεύουσι κατὰ σέ; Καὶ καθ' ἕτερον δὲ τρό πον οἱ διὰ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης