34
φθονεῖν· μὴ νάματα ὑδάτων ἀποκλείειν, ἀλλὰ καὶ 8.7.7 πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν· μὴ ταφῆς νέκυν ἐξείργειν, ἀλλὰ καὶ γῆς αὐτοῖς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλλειν· μὴ θήκας, μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν· μὴ δεσμά, μὴ κακὸν πλέον μηδὲ ἓν τῷ γε ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ' οὖν ὁ θεὸς εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανί8.7.8 ζειν· μὴ γέννημα δουλοῦν· μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν, μὴ κοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον· μὴ φίλων ἀπόρρητα ἐν ἔχθρᾳ φαίνειν· ποῦ δὴ πρὸς τοῦ θεοῦ ὑμῖν τὰ Βουζύγια ἐκεῖνα; ἄλλα δὲ πρὸς τούτοις ὅρα· μὴ παίδων διοικίζειν γονέας, μηδ' ἂν αἰχμαλώτους ἔχῃς· μὴ γυναῖκα ἀνδρός, κἂν νομίμως 8.7.9 ἐωνημένος ᾖς δεσπότης. ἦ που σεμνότερα καὶ μείζω ταῦτα. ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα· μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν οἷα ἔσθ' ὅτε προσφευγόντων ἀναιρεῖν· μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε ἴσως εἴποις ἄν· ἀλλ' ὅ γε ἐπ' αὐτοῖς νόμος ἐστὶ μέγας καὶ πάσης ἐπιμελείας αἴτιος, καὶ αἱ προρρήσεις μεγάλαι καὶ ἀραὶ κατά τε ἐξωλείας καὶ ὁ θεὸς αὐτὸς ἐπόπτης τῶν τοιούτων καὶ τιμωρὸς ἁπανταχοῦ.» 8.7.10 Καὶ μετὰ βραχέα φησίν· «Ὅλην δὲ ἡμέραν εἰ τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν, ἀλλὰ πολλὰς καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ' ἐκ διαλειμμάτων καὶ τούτων δὲ παρ' ἑπτά, κρατοῦντος, ὡς εἰκός, αἰεὶ τοῦ παρὰ τὰς βεβήλους ἔθους, μηθὲν ἂν παραβῆναι 8.7.11 τῶν προστεταγμένων οὐ θαυμάζεις; ἆρ' οὖν πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστίν, ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων, εἰ δέοι; οὐ δῆτα, ἀλλ' ἢ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἶναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως, ἀλλ' ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπεί8.7.12 ρως ἔχειν. τί οὖν ἐποίησε ταῖς ἑβδόμαις ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ' ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν 8.7.13 νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν. καὶ δῆτα συνέρχονται μὲν αἰεὶ καὶ συνεδρεύουσι μετ' ἀλλήλων, οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἴ τι προσεπευφημῆσαι τοῖς ἀναγινωσκομένοις νομίζεται· τῶν ἱερέων δέ τις ὁ παρὼν ἢ τῶν γερόντων εἷς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς καὶ καθ' ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας· κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν 8.7.14 ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν ἐπιδεδωκότες. ἆρά σοι δοκεῖ ταῦτα ἀργούντων εἶναι καὶ οὐ παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων καὶ μὴ διερωτῶντες οὐδὲ καθ' ἑαυτοὺς ὑπ' ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ' ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ, προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ καὶ παισὶ πατὴρ καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δο8.7.15 κεῖ τοὺς νόμους παραδιδόναι. καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν, οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθηνείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας 8.7.16 κατεξάνθαι. ταὐτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην, οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ μονοειδὲς αἰεί, μάλιστα δὲ 8.7.17 ἐπ' ἔργων, βλάπτειν ἔοικε. σημεῖον δέ· τὴν γὰρ αὐτὴν ταύτην γῆν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ μᾶλλον ἢ πρόσθεν τὸ ἕβδομον ἔτος τουτὶ καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν