αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γῆς θήσει πόδα ἢ ἀλλὰ μεταξὺ τῶν τε προσθίων καὶ <τῶν ὀπισθίων> ποδῶν δύο ἢ τρεῖς ἔχειν ὑποκειμένους νεκρούς. Τὰς δὲ δυσκολίας τῆς τῶν πυλῶν ἐξόδου ἐν οὕτω μυρίοις Ἀγριολατίνοις καὶ ὅσα δὲ ἔξω ἕως καὶ εἰς τοὺς λιμένας ἐγὼ μὲν ἐδάκρυσα καὶ οἱ βλέποντες Χριστιανοί, οὐκ ἂν δὲ αὐτὰ ἐκθήσομαι, ἵνα μὴ ἐν οἷς ἐπιτέμνειν ἐθέλω περιττολογῶ. Ταῦτα καὶ μόνον κεφαλαιώσομαι, ὅτι τέσσαρας χρυσίνων χιλιάδας ἐγκρατῶς ἐζητήθημεν οἱ μηδὲ ψαμμίων ἢ χοὸς δράκα ἢ τὸ καθωμιλημένον σίελον ἐπὶ στόματος ἔχοντες, ἀκούσαντες καὶ ὀλίγα ταῦτα εἶναι ἐξ ἀνθρώπου, ὃς ἀρχιεπισκοπὴν περιέπει κεντηνάρια ἐς ἑκατόν, ὢ πλούτου, ἔτους ἑκάστου δωροφοροῦσαν αὐτῷ, καὶ ὅτι ἐν τῇ τοῦ Σιφάντου νηΐ, ὡς ἦν ἐγχωροῦν, ἀναπαυσάμενοι τῇ καραδοκίᾳ τῶν χιλιάδων, ἃς ἡμῖν ἐπέγραψαν οἱ μεγαλοπρεπεῖς πειραταί, αὐτὴ γὰρ ἡμῖν κατάλυμα πρῶτον εὐτυχήθη, αἰχμαλώτων γέμουσα κατὰ τὰς λοιπὰς ἁπάσας, οἳ καὶ γοᾶσθαι ἡμᾶς ὀργῶντες αὐτὸ μὲν ποιεῖν οὐκ εἶχον τόλμαν, ὡσίουν δὲ τὸ πένθος προσώπου συναγωγῇ πρὸς σκυθρωπότητα καὶ δυσωπίᾳ ἐκθλιβούσῃ δάκρυα, ὁποίοις καὶ ἡμεῖς, ὁ κατ' ἐκείνους δυστυχὴς φόρτος, αὐτοὺς ἠμειβόμεθα· οὐδὲ γὰρ οὐδὲ προσφωνῆσαι ἑξῆν. Ἐν τοίνυν τῇ τοιαύτῃ νηῒ τότε καταπαύσαντες, τῇ ἐπαύριον μετὰ τιμῆς ὁμοίας ἀνήχθημεν εἰς τὸν Κομνηνὸν Ἀλέξιον. Ἔνθα θῆρα εἰκονομάχον, Γελίελμόν τινα, ὃς ἐκ τῆς Νικαέων διέδρα τὸν Ἀνδρόνικον, ὁ τόπος ἡμῖν ἐξέφηνεν, ἄγριον ἐκεῖνον καὶ οἷον θανατοῦν καὶ προτοῦ ἐμφαγεῖν. Ὃς οἶά τις Ἐριννὺς τραγῳδική, ἔχων κατ' ἐκείνην καὶ δᾷδας, ἐρεβοδιφήσας ἡμᾶς, ἦν γὰρ ἤδη νύξ, καὶ εὑρὼν ἔνθα γῆς ἐκοιταζόμεθα οὐ πρὸς ὕπνον, ἐπτερύξατο γὰρ καὶ αὐτὸς ἐξ ἡμῶν ἐπὶ νύκτας ἤδη πολλάς, ἀλλ' ὅτι μὴ εἴχομεν ἢ καθῆσθαι ἢ ἵστασθαι, οἷα πολυημέροις καταπεπονημένοι κακοῖς, ἀνάθεμα 110 πρὸς βοὴν συχνὰ ἐβαρβάριζε κατά τι κακὸν φροίμιον τῷ μὴ φονεύσαντι ἡμᾶς, παρόντος καὶ ἀγαθοῦ τινος ἀδελφοῦ αὐτῷ, ἐξ οὗ κατὰ τῶν σεπτῶν εἰκόνων τὸν θῆρα ἐμάθομεν μαίνεσθαι. Ὡς δὲ ἡμεῖς ἠρόμεθα τί τὸ αἴτιον τοῦ φονευτέους ἡμᾶς εἶναι, πρῶτα μὲν θυμωθεὶς αὐτὸς εἰς πλέον ἐπέκρινεν ὡς, εἴπερ αὐτὸς τὴν ἀρχὴν ἡμῖν περιέτυχεν, οὐκ ἂν ἄρτι κεφαλὴν εἴχομεν, εἶτα καὶ αἰτιολογήσας τὸν καθ' ἡμῶν θυμόν, ἐπέραινε τὴν αὑτοῦ σοφίαν εἰς τὸ ἀπίστους ἡμᾶς εἶναι Θεῷ, οἷα τῷ Ἀνδρονίκῳ πιστούς. Πρὸς ἅπερ ἡμεῖς ὑπουλευσάμενοι καὶ ποικίλα λαλήσαντες ἢ λαλαγήσαντες πρὸς ἄνδρα μαινόμενον, ἠγαπῶμεν γὰρ ἔχειν κεφαλήν, μόλις ἐξημερώσαμεν τὸν ἀτίθασσον, ὡς καὶ ἀσπάσασθαι ἡμᾶς καὶ εἰς χεῖρα φιλήσαντα οἴχεσθαι. Καὶ οὕτως ἡμεῖς τε νύκτα καταθετικὴν εὕρομεν, τῶν ἐκείνου δᾴδων καὶ λάλων ἀπαλλαγέντες χειλέων, καὶ οἱ συγκατεστρωμένοι αἰχμάλωτοι ἐς Κομνηνοῦ. Καὶ διαγαγόντες ἐκεῖ μετὰ τῶν συναιχμαλώτων ἡμέρας ὀλίγας, καί τι καὶ ἐλεηθέντες εἰς τροφήν, ναὶ δὲ ὑπό τινος τῶν ἐκείνου καὶ εἰς χάλκεα κέρματα, ὧν ἡ δόσις ἡμῖν τηνικαῦτα εἰς θησαυροὺς ἐνεγράφη Κροίσου (καὶ ἐλεήσαι ὁ Θεὸς ἐκεῖνον τὸν ἄνθρωπον), εἶτα καὶ εἰς τοὺς κόντους, εἰπεῖν δὲ συνηθέστερον κόμητας, μισῶ γὰρ τὸ ἀκράτως βάρβαρον, ἐκομίσθημεν. Ἔτι κεφαλαιώσομαι καὶ ὅτι, ἀεθλεύσαντες μακρὰ καὶ ἐκεῖ, μόλις μετὰ καὶ ἑτέρας ἡμέρας μετρίας τῷ τοῦ ἁγίου οἴκῳ ἀποκατέστημεν, καὶ ὅτι εὑρόντες ἐκεῖ φῦλα λατινικά, καὶ ἑτεροίων δὲ ἀνθρώπων γέμοντα ἰδόντες τά τε ἄνω τά τε κάτω, ἐξ ἀνάγκης ἐγενόμεθα τοῦ κατὰ τὸν οἶκον κηπιδίου, καὶ ἐπιδόντες ἑαυτοὺς πεσσουλίῳ τοῦ ἐκεῖσε βραχυτάτου λοετροῦ ἐκείμεθα, χόρτον ἄμικτον ὑποβεβλημένοι, καὶ ὅτι ὀκτὼ μετρήσαντες ἡμέρας, ἐν αἷς ἄρτον ἀκραιφνῆ οὐδὲ εἴδομεν, ἀλλὰ τοῖς ἐκ πιτύρων ἐγκρυφίαις ἐχρεωκοποῦμεν τὸ τῆς γαστρὸς λίχνον, καὶ οἴνου δὲ μηδὲ μύρισμα εὐτυχήσαντες, μετ' αὐτὰς καὶ οἴνου ψευδωνύμου ἠρέμα καὶ ὡς ἀληθῶς κατὰ στράγγα μετέσχομεν καὶ ἄρτου δὲ ζυμίτου καὶ ἄλλων δέ τινων, καὶ ὅτι οὐδὲ τὸ κηπίον εἶχε λιμὴν ἡμῖν γενέσθαι τοῦ λατινικοῦ