34
κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐ γὰρ ὑπὲρ ὠφελείας ἢ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασι. Τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκείμενα, ἀλλ' ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμένα. Ὁ εὐνοῦχος ἐκεῖνος βάρβαρος ὢν, καὶ μυρίαις συνεχόμενος φροντίσιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, 63.612 ἐννόησον πόσην ἐν οἴκῳ διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν οὐκ ἀφίστατο τῆς ἀναγνώσεως. πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι, τῆς κατὰ ψυχὴν ὑγείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Τίνος γὰρ ἕνεκεν πολλάκις ὑμῖν ζητήματα κινοῦντές τινα, τὴν λύσιν αὐτῶν οὐκ ἐπάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διαπαντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῦ νοήματος· ὅπερ ποιοῦσιν αἱ περιστεραί. Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένωσι, τῷ οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος, καὶ ἐπιδεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, λαμβάνοντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, καλοῦμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὰν δὲ προσέλθητε καὶ προσδοκήσητε δέξασθαι, ἀφίεμεν ῥήματα, ὥστε ὑμᾶς δι' ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. Καὶ καθάπερ οἱ κιθαρῳδοὶ τοὺς δακτύλους τῶν μαθητῶν αὐτῶν λαμβάνοντες, ἡρέμα τοῖς φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας παιδεύουσι, διδάσκοντες ἐκ τῶν ἀφώνων δακτύλων τε καὶ νεύρων πάσης φωνῆς ἡδεῖάν τε καὶ γλυκυτέραν κατασκευάζειν φωνήν· οὕτω δὴ καὶ ἡμεῖς ποιοῦμεν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος· καὶ ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει· καίτοι γε οἱ αὐτοὶ δάκτυλοι καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν· ἐπέρχονται μὲν πολλοὶ τὰ θεῖα λόγια, ἀλλ' οὐ πάντες κερδαίνουσιν, οὐδὲ καρποῦνται πάντες· τὸ δὲ αἴτιον, ἐπειδὴ οὔτε τοῖς εἰρημένοις ἐμβαθύνουσιν, οὔτε μετὰ τέχνης τῆς κιθάρας ἅπτονται. Ὃ γὰρ ἐπὶ τῆς κιθαρωδίας ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καὶ καθάπερ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία, ἵνα, ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν· ἵνα ἐκ ποικίλων καὶ πολλῶν παραδειγμάτων ῥᾳδία γένηται ὑμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν· εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχὶ δὲ ὑμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἢ οὐκ οἴδατε, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες, καὶ τὸ εἶναι ἄνθρωποι διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς 63.613 εὐγενείας αὐτῆς ἐξέπεσον; Ὁ μεγαλοφωνότατος Ἡσαΐας, εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ τοῖς θείοις προσέχων λογίοις, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα,