σεσο φωμένοι, νηστεύουσι λογικῶς· τοῦτο μὲν, ταπει νοῦντες ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, καὶ αὐτό βλητον ὥσπερ ἐφ' ἑαυτοῖς ἄγοντες δίκην, τὴν ἀπό γε τοῦ πόνου καὶ τῆς ἀσιτίας, ἵνα πλημμελημάτων ἀμνηστίαν κομίσωνται, ἢ γοῦν ἕτερον χάρισμα κερ δάνωσι πνευματικὸν, ἢ καὶ τὸν τῆς ἁμαρτίας κατα νεκροῦντες νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκός· ταύτην δὲ οὐκ οἶσθα τὴν ὁδὸν, ὦ Φαρισαῖε· οὐ γὰρ παρεδέξω τὸν ἐξ οὐρανοῦ νυμφίον, τὸν ἁπάσης ἀρε τῆς σπορέα καὶ διδάσκαλον, δηλονότι Χριστόν. Ἔτι οἱ μὲν ἅγιοι διὰ τοῦτο νηστεύουσιν, ἵνα κατατῆκον τες τὸ σῶμα, κατευνάσωσι τὰ ἐν αὐτῷ πάθη· ὁ δὲ 72.573 Χριστὸς οὐ χρείαν εἶχε νηστείας πρὸς κατόρθωσιν ἀρετῆς, παντὸς ὢν πάθους, ὡς Θεὸς, ἐλεύθερος· πλὴν οὔτε οἱ συνόντες αὐτῷ, μεταλαμβάνοντες τῆς δι' αὐ τοῦ χάριτος, καὶ ἰσχυροποιούμενοι, καὶ τὴν ἀρετὴν ἐργαζόμενοι καὶ δίχα νηστείας· εἰ δὲ καὶ ἐνήστευσε τὰς τεσσαράκοντα ἡμέρας, οὐχ ἵνα νεκρώσῃ ἐν ἑαυτῷ τὰ πάθη, ἀλλ' ἵνα τοῖς ἀνθρώποις τὸν τῆς ἐγκρατείας ἐν ἑαυτῷ διαγράψῃ νόμον. Εἰκότως τοίνυν ἀπολογεῖται λέγων ταῦτα ἅπερ ἐπάγει ὁ εὐ αγγελιστής. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱ οὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ' αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν; (A f. 90, H f. 279 b) Ἄθρει δή μοι πάλιν, πῶς αὐτοὺς ἀποφαίνει Χριστὸς οὐ μετεσχηκότας τῆς ἑορτῆς, ἀλλ' ἠμοιρηκότας εἰσάπαν τῆς ἐπ' αὐτῷ θυμηδίας, ἔξω τε κειμένους πανηγύρεως οἰκουμενι κῆς· πανήγυρις γὰρ, καὶ ἕτερον οὐδὲν, ἡ τοῦ Σωτῆ ρος ἡμῶν εἰς τόνδε τὸν κοσμὸν ἀνάδειξις, καθάπερ τινὰ νύμφην συνάπτουσα νοητῶς αὐτῷ τὴν ἀνθρώπου φύσιν· ἵν, ἡ πάλαι στείρα, εὔκαρπος γένηται καὶ γονιμωτάτη. Οὐκοῦν τοῦ μὲν νυμφῶνος υἱοὶ πάντες, ὅσοι κέκληνται παρ' αὐτοῦ διὰ τοῦ νέου τε καὶ εὐ αγγελικοῦ κηρύγματος· οὐκέτι δὲ καὶ οἱ Γραμματεῖς καὶ Φαρισαῖοι, μόνῃ προσέχοντες τῇ τοῦ νόμου σκιᾷ. (A f. 90, H f. 180 b) Ἐπειδὴ δὲ ἅπαξ τοῖς τοῦ νυμφῶνος υἱοῖς συγκεχώρηκε τὸ ὡς ἐν καιρῷ καὶ χρείᾳ μὴ χρῆναι πονεῖν, ὡς ἑορτὴν τελοῦντας πνευ ματικὴν, ἵνα μὴ ἀπόβλητος ἡ νηστεία γένηται παρ' ἡμῖν εἰς ἅπαν, οἰκονομικώτατα λίαν ἐπιφέρει λέγων· Ἐλεύσονται δὲ ἡμέραι καὶ ὅτε ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκεί ναις ταῖς ἡμέραις. (A f. 90, H f. 280 b) Πάντα γὰρ καλὰ ἐν καιρῷ αὐτῶν. Τί δέ ἐστι τὸ ἀρθῆναι ἀπ' αὐτῶν τὸν νυμ φίον; Τὸ ἀναληφθῆναι δηλονότι. Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτούς, κ.τ.λ. (A f. 90 b, B f. 60 b, γ φ. 12, H f. 281) Ὅτι δὲ ἀπαράδεκτα τοῖς τὴν νομικὴν ἔχουσιν ἀγωγὴν τὰ διὰ Χριστοῦ θεσπίσματα, καὶ ἀχώρητά πώς εἰσιν ἀν θρώπων καρδίαις οὔπω λαχούσαις τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀνακαινισμὸν, διαδείκνυσι λέγων ὁ Κύ ριος, μὴ δύνασθαι ῥάκος ἱματίου καινῷ προσβάλλε σθαι· μήτε μὴν ἀσκοὺς παλαιοὺς οἶνον νέον δύνασθαι χωρεῖν. Πεπαλαίωται μὲν γὰρ ἡ πρώτη διαθήκη, καὶ οὐκ ἦν ἄμεμπτος· οὐκοῦν οἱ ταύτῃ προσκαθήμε νοι, καὶ τὴν γηράσασαν ἐντολὴν εἰς νοῦν ἔχοντες, ἀμέτοχοι μέν εἰσι τῆς ἐν Χριστῷ καινότητος· "Πάντα γὰρ γέγονεν ἐν αὐτῷ καινά·" σεσαθρωμένην δὲ τὴν διάνοιαν ἔχοντες, ἀσύμβατοί τε καὶ ἀσυναφεῖς εἰσι τοῖς τῆς νέας διαθήκης ἱερουργοῖς. Καὶ γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεὸς, ὅτι "Καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς." Ψάλλει δὲ καὶ ∆αβίδ· "Καρδίαν καθα ρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὺ ἐγκαί νισον ἐν τοῖς ἐγκάτοις μου." Προστετάγμεθα δὲ καὶ ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι 72.576 δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Συμβουλεύει δὲ καὶ Παῦλος λέγων· "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μετα μορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον." Οὐκοῦν οἱ μήπω τὸν ἐν πνεύματι λαχόντες ἀνακαινισμὸν, οὐδὲ δοκιμάζειν ἴσασι τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον· ἀσκὸς τοιγαροῦν