35
οἴονται δεῖν μόνοι καίτοι κἂν εἰ τοῦτ' ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν, ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ 8.7.18 ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας, λαβεῖν. ἐπεὶ τί ἐκώλυε πρὸς θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνου φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ', ὥσπερ ἔφην, κατ' οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων, προνοίᾳ μοι δοκεῖ τῆς χώρας, ἐκδέ8.7.19 χονται. τῆς δὲ φιλανθρωπίας αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ' ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ', ἅτε τοῦ θεοῦ παρεσχηκότος αὐτοῖς, ἀνιείσης ἐπ' αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ 8.7.20 λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι. καὶ περὶ μὲν τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι ταῦτα, οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φιλοσόφων καὶ φυσιολόγων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥντινα ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δῆτα πρὸς τὴν ἀνθρωπείαν φύσιν οὗτος ὁ τῆς ἑβδόμης λόγος.» 8.7.21 Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ' αὐτῷ καὶ ὁ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος, τοῦτον γράφων καὶ αὐτὸς τὸν τρόπον·
8.8.1 ηʹ. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΟΛΙΤΕΥΜΑΤΟΣ «Τίς δ' ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως ἐπιτυχών, πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαρα8.8.2 βάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον. οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραί. κεφαλαιω8.8.3 δῶς ἂν ἐπίοι τις· οἱ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων, ὁ δ' ἡμέτερος νομο θέτης εἰς μὲν τούτων οὐδ' ὁτιοῦν ἀπεῖδεν, ὡς δ' ἄν τις εἴποι βιασάμενος τὸν λόγον θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα, θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀναθεὶς καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾶν ὡς αἴτιον μὲν ἁπάντων ὄντα τῶν ἀγαθῶν, ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις· λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων 8.8.4 οὐδὲν οὔθ' ὧν ἄν τις παρ' αὑτῷ διανοηθείη. ἀλλ' αὐτὸν ἀπέφηνε καὶ ἀγένητον καὶ πρὸς τὸν ἀΐδιον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει διαφέροντα καὶ δυνάμει μὲν ἡμῖν γνώριμον, ὁποῖος δὲ κατ' οὐσίαν ἐστὶν ἄγνω8.8.5 στον. ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρὰ τοῖς Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν, ἐκείνου τὰς ἀρχὰς παρασχόντος, ἐῶ νῦν λέγειν, ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων οἵ τε μετ' ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι καὶ μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ 8.8.6 φύσεως πεφρονηκότες. ἀλλ' οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν, ὁ δ' ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ' ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν 8.8.7 περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. αἴτιον δ', ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε, λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν καρτερίαν, τὴν τῶν 8.8.8 πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ