κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φίλτατα ἡμῖν ἔφυσαν, ἄλλη τοῦτο λύπη τοῖς γε φιλοτοιούτοις· ὅτε δὲ καὶ τὴν ὑποποδιαίαν ἡμῖν ἠχρείουν τράπεζαν, ἀλλ' ἐκεῖνο οὐκ ἔχω φράσαι ὅπως ἂν φέροι τις ἀπαθῶς. Ἐκαθήμεθα μὲν γὰρ ὁμιλαδὸν οἱ πτωχοὶ σύσσιτοι, τοὺς πιτυρίας προβεβλημένοι πρὸς τροφήν, οἱ δὲ ἀπαίδευτοι, ἀφέντες κείρειν τὰ ἐκ τῆς γῆς, οἷς ἔχαιρον ἐμφιλοχωροῦντες ἀεὶ τῷ κήπῳ, ἐσκευάζοντο καθ' ἡ 112 μῶν· καὶ ἐγγίσαντες, εἶτα στραφέντες καὶ τὰ περὶ τὴν ἕδραν γυμνώσαντες καὶ εἰς ἔκκρισιν ὑφιζήσαντες κατεστοχάζοντο ἐξ ἐναντίας ἡμῶν ἀποκοντοῦν τὰ περιττὰ τῆς γαστρός, ῥυϊσκόμενα καθ' ὕδωρ διὰ τὰς ὀχετηγοὺς σταφυλάς. Καὶ ἐποίουν οὕτω. Καὶ οἱ μὲν μεθ' ἡμῶν βδελυττόμενοι, ὡς ἔδει, τὸ μυσαρόν, διερρήγνυντο θυμῷ καὶ κατηκονῶντο ἀτίμως ἀπαγαγεῖν τούς, εἰ χρὴ ἑλληνικῶς προσρηθῆναι, Ὀζόλας, ἡμεῖς δὲ ἐπείχομεν τοῦ ἔργου, κρίνοντες ὡς οἱ ἁμαρτιῶν βορβόροις ἐγκαλινδούμενοι καὶ τοιούτων ἀποβαίνουσιν ὀδμῶν ἄξιοι. Προσθήσω ταῖς κεφαλαιώσεσι ταύταις καὶ ὡς ἡ ξηρὰ κοίτη, ἐπὶ πλέον παραμείνασα, ὀψέ ποτε ὑπὸ θεοφιλῶν ἐξεθεραπεύθη ἀνδρῶν, ὥσπερ καὶ ἡ γυμνιτεία, ὧν οὐχ ἡμεῖς δαψιλῶς εἴχομεν μόνοι, ἀλλὰ καὶ πάντες οἱ μεθ' ἡμῶν, καὶ ὅτι καὶ ἀπὸ τῶν ἐχθρῶν παρηγάγομέν τι κέρδους, αἱμύλα κωτίλαντες καὶ βαθέα, ὧν οὐκ ἂν ὤκνησέ τις μεμνῆσθαι διὰ τὸ ὑπογλάφυρον, εἴπερ ἦν καιρὸς ἐνταῦθα περιηγηθῆναι καὶ αὐτά. Καὶ ἀφαίρεμα μέν τι τῶν ἐξ ἡμῶν, ἡμίονον θετέον εἰπεῖν ἢ βίβλον μίαν γοῦν ἢ στρῶμα ἢ ἄλλο τι τῶν ἡμετέρων, ἐκσπάσαι τοῦ κατ' αὐτοὺς χάους οὐκ ἔσχομεν, χρυσίνους δὲ πεντήκοντα ἐπορισάμεθα, οὐ πάντῃ φορμίσαντες ἀδώρητα· ὅθεν ἡμῖν ἡσυχαία τις ἀνάστασις τοῦ κατὰ παντελῆ πτωχείαν γέγονε πτώματος, τοῦ Μυροβλύτου καὶ ἀλλοίαν ἐπίρροιαν παντοίαν πλημμύροντος, καθὰ καὶ ἐξ ὠκεανοῦ τινος, ἀφ' οὗ καὶ ἡμεῖς ἐζήσαμεν καὶ τὸ τῆς πόλεως δὲ ἅπαν περιλειπόμενον. Οὐκ ἂν γάρ τις ματαιωθείη καὶ εἰς ἰουδαϊκὴν ἐκκυλισθείη ἀχαριστίαν, ὡς τολμῆσαι προενεγκεῖν τῶν χειλέων ἀκερδὴς ἐκ τοῦ Μυροβλύτου ἀπεκβαίνειν τά τε εἰς τροφὴν καὶ λοιπὰ δέ τινα. Καὶ ταῦτα μὲν ἡμῖν παρεκβεβάσθω συμμέτρως καὶ οὐδὲ πάνυ ἔξω τοῦ δέοντος· οἱ δὲ βάρβαροι πληρώσαντες τὴν πόλιν ὅλην, ἐξ αὐτῶν τῶν ἑῴων πυλῶν ἀρξάμενοι, ἐθέριζον τοὺς καθ' ἡμᾶς καὶ συχνὰ ταῦτα δράγματα ῥίπτοντες σωροὺς ἐστοίβαζον, ἐξ ὧν Ἅιδης φιλεῖ σιτούμενος. Καὶ οἱ μὲν ἐπὶ τῶν ἀμφόδων φεύγοντες ἔπιπτον περὶ αὐτὰς καὶ ἅμα ἐγυμνοῦντο σκυλευόμενοι· καὶ οὕτως αἱ ἀγυιαὶ εἰς οἰκτρὰ ἐσχεδιάζοντο πολυάνδρια, ἡλίου ἐφορῶντος ἃ μὴ ἔπρεπεν. Οἱ δὲ ἐν ταῖς οἰκίαις παρέμενον αὐταῖς εἰς ἀδιεξόδευτον· καὶ οὐκ ἦν εὑρέσθαι οἰκίαν, ἣν οἰκῶν ἄνθρωπος ἠλεήθη, πλὴν εἰ μὴ ἄρα πλῆθος εἶχεν ὁ οἶκος. Ἐκείνου γὰρ οἱ μέν τινες ἔπιπτον ἔσω, οἷς καὶ ἦσαν αἱ οἰκίαι αὐτῶν τάφοι αὐτῶν, παραθεῖναι τὸ ψαλλόμενον, οἱ δὲ διεκχυθέντες εἰς φυγὴν τῇ τοῦ πολέμου τύχῃ ἐπεδίδοντο. Καὶ τέως μὲν ἁπλοῖ ἔκειντο οἱ ῥιπτόμενοι, μικρὸν δὲ ὅσον τῶν πολεμίων ῥαϊσάντων 114 τῆς ἄγαν ἐντρεχείας καὶ ὑποπαιζόντων πικρότερον κατὰ γαίας, ὃ δὴ λέγεται, κωφῆς καὶ ἑτεροῖα νεκριμαῖα ἐπέκειντο. Καὶ ὁ μέν τις νεκρὸς ἄνθρωπος ὄνῳ κειμένῳ συνεδυάζετο, ἕτερος δὲ κύνα εἶχε συμπαρακείμενον. Καὶ τούτων τὰ πλείω καταπεπαιγμένα ἦσαν ὡς εἰς διάθεσιν συμπλοκῆς καὶ φιλήματος. Ἄλλος ὁμοῦ ἦν αἰλούρῳ κατοικιδίῳ· οὐδὲ τοιούτων γὰρ τὸ βάρβαρον ἐφείδοντο, καὶ μάλιστα κυναρίων, ὡς καθυλακτούντων καὶ ἐπιτρεχόντων· διὸ καὶ αὐτῶν ἡ καθ' ἡμᾶς πόλις ἐσπάνισεν. Εἴ τι δέ που καὶ περιλέλειπτο, ἀνδρὸς μὲν Ῥωμαίου κατεβάϋσεν ἂν καὶ κατέδραμε, Λατίνῳ δὲ ὑπεξεχώρει κνυζώμενον. Κατέγνω γὰρ καὶ τὰ τοιαῦτα οἷ κακοῦ ἦσαν. Καὶ εἶχε παροιμιάσασθαί τις τότε κατὰ τοὺς ἐν Σερίφῳ σιγῶντας βατράχους καί τινας τοιούτους Ἰταλοὺς τέττιγας, οὕτω καὶ κύνας ἀφώνους τοὺς παρ' ἡμῖν. Καὶ ἀμφόδους μὲν κατατρέχεσθαι καὶ οἰκίας οὐκ εὖ πάσχειν οὐκ ἂν εἰς μάχης καινοπράγημα θείη τις, θείους δὲ ναοὺς τυραννεῖσθαι,