παλαιὸς, ἡ τῶν Ἰου δαίων καρδία· καὶ οὐ κεχώρηκε διὰ τοῦτο τὸν οἶνον τὸν νέον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, τὸ καρδίαν εὐφραῖνον ἀνθρώπου. Ἡμᾶς δὲ μεστοὺς τῶν τοιούτων ἀγαθῶν ἀπέφηνεν ὁ Χριστός.
ΚΕΦΑΛ. ςϛʹ.
Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάβ βασι, (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἔτι καινὴν δια θήκην ἡμῖν ὑπισχνεῖται Θεὸς, ὡς παλαιωθείσης τῆς πρώτης, καὶ ἐγγὺς γενομένης ἀφανισμοῦ, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Καί γέ φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Οὐκοῦν εἰ ἑτέρα παρὰ τὴν πρώτην ἐστὶ καὶ δευτέρα ἡ καινὴ, πᾶσά πως ἀνάγκη τοὺς ἀποπεραίνειν αὐτὴν ἐθέλοντας οὐχὶ τοῖς ἀρ χαίοις κεχρῆσθαι νόμοις, ἀλλὰ τοῖς εἰς καινότητα πολιτείας εὐαγγελικῆς ἀποφέρειν εἰδόσιν. Ἀλλ' οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἐσχηκότας ἔνεστιν ἰδεῖν τοὺς Γραμματέας τε καὶ Φαρισαίους· ἀνεπιστήμονες γὰρ παντελῶς τῶν ἱερῶν εἰσι Γραμμάτων· εἶς δὲ γέγονεν αὐτοῖς ὁ σκοπὸς, τὸ διασύρειν ἀεὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα. Ἐφεδρεύουσι γοῦν τοῖς ἁγίοις ἀποστόλοις, ἑπομένοις ἀπερισπάστως τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καί φασιν αὐτῷ περὶ αὐτῶν· Ἰδοὺ τοῖς νομικοῖς ἐντάλμασιν ἐναντιουμένους ὁρῶ μεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· δρῶσι γὰρ ὃ οὐκ ἔξεστι ποιεῖν τοῖς Σάββασι· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς παντά πασιν ἅπτεσθαι πόνου, περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. Σὺ δὲ αὐτὸς εἰπέ μοι, τὴν σαββατικὴν σαυτῷ τράπεζαν παραθεὶς, οὐ συνθραύεις τὸν ἄρτον; Τί οὖν ἑτέρους αἰτιᾷ; Ἵνα δέ σοι καὶ αὐτοὺς ἐπιτειχίσωμεν τοῦ Σωτῆρος τοὺς λόγους, ἄκουε· Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς; Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε ∆αβίδ; κ.τ.λ. (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἀλλὰ καίτοι ταῦτα πεπραχὼς ὁ ∆αβὶδ, παρά γε τὸ τῷ νόμῳ δο κοῦν, τοῦ παντὸς παρ' ἡμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης. Οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκον τος ἐναργῶς, "Κρῖμα δίκαιον κρίνατε, καὶ οὐ λήψῃ πρόσωπον ἐν κρίσει," πῶς τοὺς ἐμοὺς, φησὶ, κατ εκρίνατε μαθητὰς, καὶ εἰς δεῦρο θαυμάζοντες ὡς 72.577 ἅγιον καὶ προφήτην τὸν μακάριον ∆αβὶδ, καίτοι τὴν Μωϋσέως ἐντολὴν οὐ τετηρηκότα;(α φ 92, B f. 287) ∆ιὰ μὲν οὖν τῶν ἄρτων, σαφῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ δείκνυται προκεισόμενος ἐν ἁγίαις τρα πέζαις ἐκκλησιῶν. Ὅσα δὲ σκεύη τῆς τραπέζης, δι' ὧν ἡ μυστικὴ χρεία πληροῦται, τῶν θείων κει μηλίων τύπος ἂν εἴη σαφής.Πνευματικῶς δὲ τοὺς δώδεκα ἀποστόλους· περὶ ὧν ἑξῆς δὲ εἰρήσεται, ὅτε εἰς αὐτοὺς δὴ τοὺς μαθητὰς ἡμῖν ὁ λόγος περι ελεύσεται. 9Καὶ ἐδίδασκεν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.9 (A f. 92 b, B f. 61 b, γ φ. 12 b, H f. 288 b) Ἐδίδασκε δὲ πάντως που τὰ ὑπὲρ νοῦν, καὶ ὅσα τῆς δι' αὐτοῦ σωτηρίας ἐμφανῆ καθίστη τὴν ὁδὸν τοῖς ἀκροωμένοις· εἶτα ταῖς μυσταγωγίαις ἑπομένην εὐθὺς τῆς θεοπρεποῦς ἰσχύος ἐποιεῖτο τὴν ἐπίδειξιν, μονονουχὶ καταλεαίνων τῷ λόγῳ τὴν εἰς τὸ πιστεύ εσθαι τρίβον· μεθίστησι γὰρ ἔσθ' ὅτε τὸ θαῦμα πρὸς πίστιν, κἂν ἀπιστῆται λόγος. Φαρισαῖοι δὲ παρετη ροῦντο αὐτὸν, εἰ ἐν Σαββάτῳ θεραπεύσει. Τοιοῦτος γάρ ἐστι βάσκανος ἀνήρ· τὰς ἑτέρων εὐφημίας τρο φὴν ποιεῖται τῇ νόσῳ, καὶ ταῖς ἑτέρων εὐκλείαις ἀδίκως ἐπιμαίνεται. Καὶ τί πρὸς τοῦτο πάλιν ὁ πάντα εἰδὼς, ὁ τὰς καρδίας ἐτάζων καὶ γινώσκων τὰ ἐν αὐταῖς; "Τὸ γὰρ φῶς μετ' αὐτοῦ ἐστι," κατὰ τὸ γεγραμμένον. Εἶπε τῷ ξηρὰν ἔχοντι