ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Καὶ ὅσους μὲν ἱεροὺς ἄνδρας, τεθωρακισμένους οἷον ταῖς ἁγιωτέραις τῶν στολῶν, κατέκοπτον, τοὺς πλείους εἰς θάνατον, τοὺς μὲν ἐπ' αὐτοῦ τοῦ ἐνθέου βήματος, τοὺς δὲ καὶ ἐκτός, ὅποι τύχῃ εὕροιεν οἱ φονευταὶ ἐνστάτας παρὰ Θεῷ, καὶ ὅσον δὲ λαϊκόν, οἳ τοῦ στόματος πλήρους ὄντος τοῦ «κύριε ἐλέησον» ἀπηράσσοντο τὰς κεφαλάς, ἐπανακρινόμενοι τί τὸ «κύριε ἐλέησον» καὶ γελώμενοι. Αἱ δὲ κατὰ λαγνείαν χρανθεῖσαι, σεμναὶ γυναῖκες ἐν τοῖς ἱεροῖς καὶ εἰς ἁγνείαν ἐπηρεασθεῖσαι, ἰδού εἰσι, καὶ πρεσβευέτωσαν κατὰ τῶν αἰτίων, αἱ ὑπὸ γάμου ζυγόν, αἱ διὰ παρθενίαν ἄνετοι, αἱ νύμφαι τοῦ Θεοῦ. Καὶ μιᾷ μὲν ἕνα τινὰ συγχρωσθῆναι εἴη ἂν μεῖόν τι κακόν, αἱ δ' ἐν τοιούτοις κοιναί, καθά τις ἂν εἴποι, ἀμίδες οὐκ ἂν εὕροιεν κλαυθμὸν ἐπάξιον. Ἔχω καλόν τι ἐνταῦθα τῶν βαρβάρων εἰπεῖν, ὅτι φονεύειν τοὺς ἐν τοῖς ἱεροῖς ἐπιβαλόμενοί τινες ἀπέσυρον αὐτοὺς ἔξω γοῦν, καὶ οὕτω καθῄρουν τοῦ ζῆν, μετριάζοντες τὸ κακόν. Οἱ δὲ τοῖς θείοις ἐνυβρίζοντες καὶ τὰ μὲν τῶν σεβασμίων τυπωμάτων κατασχίζοντες, ὅσα μηδέν τι γλαφυρὸν ἐκ τιμίας ὕλης εἶχον, τὰ δὲ ψιλοῦντες τοῦ κατ' αὐτὰ κόσμου μετὰ πληγῶν, οὔτε ταῦτα δρᾶν διεγνωσμένοι ἐχώρουν εἰς εὔφημον ἡμετέραν μνήμην, καὶ νῦν δὲ εἰς νοῦν ἐλθόντες ἡμῖν ἀποπτύονται. Καὶ πῶς γὰρ ἄν τις γυμνοῦσθαι ἀνθρώπους ἐπ' ἐκκλησίας μαθὼν καὶ ἀχθόμενος ἀνάσχοιτ' ἂν μὴ οὐ χόλῳ διαρραγῆναι, γύμνωσιν κειμηλίων θείων ἐγνωκώς; Ὢ Θεοῦ ἀνεξικακίας, εἰ βάρβαρον ἄνδρα κατὰ τῆς ἱερᾶς καὶ φρικτῆς τραπέζης ἀναπηδήσαντα καὶ ἐκκαλύψαντα τὴν αἰδὼ καὶ ἐνουροῦντα εἰς 116 ἀκοντισμὸν ἀφῆκε ζῆν ἀνεχόμενος. Ὦ σταυροὶ τίμιοι, τὸ ἡμέτερον κράτος, ὅσοις καὶ ὑμῶν οἱ μιαροὶ ἐνέπαιξαν. Καὶ ἡ θεία δύναμις ἀτρεμοῦσα οὐκ ἔσθ' ὅπως οὐκ ἐξεγερθήσεται. Τί ἄν τις ἐνταῦθα ἐκθείη καὶ ταύτην <τὴν> μιαρίαν, ὡς τοῖς μὲν ἐξ ὑέλου ἐκκλησιαστικοῖς λαμπτῆρσιν ἐνεούρουν οἱ ἀσύντακτοι, ὅσα καὶ οὐράναις, εἴποι ἂν ἡ τραγῳδία, τοῖς δὲ τῶν οὔρων δοχείοις οἷα καὶ ποτηρίοις ἐκέχρηντο; Οἵ γε καὶ κατὰ φρεάτων ἀφιέντες προρρέειν τὸν τοῦ κατ' αὐτοὺς ἀσκοῦ προύχοντα πόδα, εἶτα ὑδρευόμενοι ἔπινον τοῦ μιασμοῦ καὶ τοῦτο πάλιν καὶ πάλιν, καὶ εἰσαεὶ κύκλον τοῦτον ἑλίττοντες ἀσελγῆ. Ἀλλὰ τοῦτο μὲν εἴη ἂν καὶ γελοῖον παραρριφὲν εἱρμῷ τινὶ καὶ αὐτό. Ἃ δὲ ἀνόπιν συγγεγράφαται, ἀλλ' ἐκεῖνα μυρία προκαλοῦντα δάκρυα· ὁποῖον καὶ τὸ τοῦ Μυροβλύτου, οὗ τῷ τάφῳ ἐμπεπαικότες μετὰ πελέκεων οἱ τοιούτων εἰς ποινὴν ἄξιοι, τόν τε πέριξ ἐπιπολάζοντα κόσμον ἐξ ἀργύρου κατέκοψαν καὶ τὸν ὑπὲρ κεφαλῆς δὲ περιείλοντο χρύσεον στέφανον καὶ μὴν καὶ τὸν ἕτερον ἀπήγαγον τοῖν ποδοῖν, ἵνα τάχα τὸ ποδῶκες τῆς ἐξ ἐκείνου δίκης ἐκκλίναιεν. Κἂν ἐξέπραξαν ἐς τὸ πᾶν, εἰ μὴ τὸ θεῖον ἀντέβη καὶ ταχὺ ὁδηγῆσαν τοὺς κρείττονας ἔν γε τοῖς βαρβάροις εἰς κωλύμην κατεπέτασε τοῦ κακοῦ. Εὐνοῦχος γὰρ τοῦ ῥηγός, ἀμιρᾶς τὴν ἀξίαν, πράττειν ὀξὺς καὶ θερμός, οἷος φόβον βαθὺν καταπέμπειν οἷς ἂν ἄγριος προσενεχθείη, ἔφιππος εἰσελάσας, ὡς οὐκ ἄν τις ἐλπίσοι, ἕως εἰς βαθὺ τοῦ θείου ναοῦ, ὡς μὲν οἱ πολλοὶ ἐνόμισαν, διὰ περιφρόνησιν καὶ αὐτὸς κατ' ἐκεῖνον, ὃς ἐν τῇ τῆς μητροπόλεως καθολικῇ καθιππεύσας τόν τε ἵππον ἀπέβαλε συγκατενεχθεὶς θραυσθέντα καὶ αὐτὸς οὐκ εὖ ἀπήλλαξεν, ἀληθῶς δὲ κατὰ προμήθειαν, ἵνα καὶ ῥᾷον οὕτω διὰ τῆς πυκνότητος τοῦ λαοῦ παρεισδύοιτο φευγόντων ἑκάστων συμπατηθῆναι τῷ ἵππῳ, καὶ ἄποπτος δὲ ὢν βλέποιτό τε καὶ ἀντιβλέποι τοὺς κακουργοῦντας, καὶ οὕτως αὐτοὺς ἀμύνοιτο· εἰσδραμὼν γοῦν ὁ εὐνοῦχος οὕτω μετ' εὐγενοῦς ἵππου καὶ τὴν μετὰ χεῖρα σιδηρέαν κορύνην κατάγων, συνεπιλαμβανομένων ἅμα καὶ τῶν ἐφεπομένων θεραπόντων, οἳ καὶ αὐτοὶ σφοδροὶ δρᾶν ἦσαν, φόνους τε πολλοὺς ἐκώλυσε καὶ γυμνώσεις ἀνδρῶν τε καὶ γυναικῶν, ἃ δὴ ἑτέρωθι κωλυθῆναι οὐκ ἔσχε, καὶ τοὺς ἐπιβούλους δὲ τοῦ ἁγίου τάφου ἀπήγαγεν, ὡς οὐκ ἂν ἐκεῖνοι ἤθελον, κερδήσαντας μόνα (μυρία δὲ ἦσαν ἐκεῖνα) ὅσα πρὸ αὐτοῦ