36
ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ, τότε ἐγκαλεῖσθαι. Ἐπεὶ καὶ ὁ ∆αυῒδ, εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν εἰς τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον. ∆ιὰ τοῦτο καὶ ἤδη διελέχθην ὑμῖν πολλάκις, καὶ νῦν προλέγω, οὐκέτι παραινῶν, ἀλλ' ἐπιτάττων καὶ παραγγέλλων· ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλόμενος, ἀπειθείτω· ὅτι ἂν ἐπιμείνητε τοῖς παρ' ὑμῶν γινομένοις κακοῖς, οὐκ ἀνέξομαι, οὐδὲ δέξομαι ὑμᾶς, οὐδὲ ἀφήσω τῶν οὐδῶν ἐπιβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νοσούντων; ∆ώδεκα ἦσαν οἱ μαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ δι' ὅλου κολακεύωμεν, πότε ἀνακτησόμεθα, πότε ὠφελήσομεν; Ἀλλ' εἰσὶ, φησὶν, αἱρέσεις πολλαὶ, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι, μυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ὁ βουλόμενος ἀποπηδάτω, οὐκ ἀνέχομαι οὐδενός. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶ, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵρεσιν Ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; μέχρι πότε; ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ διαπαντός; Ἰδοὺ παρεγγυῶ πάλιν καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι, Ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Καὶ ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν καὶ ὑμεῖς στήσεσθε καὶ ἡ παρ' ὑμῶν χάρις, ἐμοῦ τὰς εὐθύνας παρέχοντος. Ὥστε συμφέρει δάκνεσθαι διὰ τῆς τῶν ῥημάτων ἀλγηδόνος τοὺς ἁμαρτάνοντας, ἵνα τῆς διὰ τῶν πραγμάτων αἰσχύνης ἀπαλλαγῶσιν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις, καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινὸν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ' ὅτι τοιαύτην μὴ ἔχοντες, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύ 63.615 την ἁγνὴν προσερχόμεθα. Οἶδα ὅτι δάκνει τὰ ῥήματα· ἀλλὰ τί πάθω; εἰ μὴ πικρὰ ἐπιθῶμεν τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμεν, ὑμεῖς τὴν ὀδύνην οὐ φέρετε. Στενά μοι πάντοθεν. Πλὴν ἀλλὰ ἀναγκαῖον ἀνασχεῖν τὴν χεῖρα λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων. Ἂν δὲ ἀδιόρθωτοι μείνωμεν, εἰς αὐτὰς τὰς τοῦ κριτοῦ παραδοθησόμεθα χεῖρας· ἴστε δὲ πάντως, ὡς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Καὶ γὰρ ὁ μηδὲν κατωρθωκὼς ὅλως ῥᾳθυμεῖ καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ, ὅτι μίαν γοῦν ἐντολὴν ἐπλήρωσέ τινα, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν· εἶτα ἑτέραν προσλαβὼν ἐφ' ἑτέραν ἀποστήσεται. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων ὅσῳπερ ἄν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν κατορθωμάτων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, τούτων μου τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ἡμέραν μέμνησθε μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε. Εἴθε μοι δυνατὸν ἦν ὑμῖν ἀεὶ συγγίνεσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε κατηγορίας· νῦν δὲ, ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ' ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων· καὶ ἐπὶ τραπέζης καθήμενοι, ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν, ἅπερ ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος γένηται ὑμῖν, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς· καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Καὶ τοῦτο δὲ παραινοῦμεν, οὐ τοῖς κακῶς μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι διαλεγομένων ἑτέρων, τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν προφήτην μιμεῖσθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ εἰπὲ πρὸς τὸν κατηγοροῦντα. Εἰ εἶχες ἐπαινέσαι τινὰ καὶ ἐγκωμιάσαι, ἤνοιξα ἂν τὰς ἀκοὰς, καὶ ἐδεξάμην τὸν λόγον· ἂν δὲ κακῶς θέλῃς εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Τί γάρ μοι κέρδος μαθεῖν ὅτι πονηρὸς ὁ δεῖνα; Μέγιστον μὲν οὖν 63.616 ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, ὅταν τὰ ἡμέτερα μηδὲ εἰς νοῦν λαμβάνοντες, οὕτω τὰ ἀλλότρια