τὴν χεῖρα· "Στῆθι εἰς τὸ μέσον." Καὶ τίς ὁ λόγος τοῦ πράγμα τος; Τάχα ὅπως καλέσῃ πρὸς ἔλεον τὸν ἀπηνῆ καὶ ἀφιλοικτείρμονα Φαρισαῖον· τάχα δυσωπήσει τὸ πά θος αὐτοὺς, καὶ τὰς τοῦ φθόνου φλόγας ἠρεμεῖν ἀνα πείσει. 9Ἐπερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; κ.τ.λ.9 (A f. 92 b, H f. 289) Σοφωτάτη δὲ λίαν ἡ πεῦσις, πρέπουσα ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις. Εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν Σαββάτῳ, καὶ τὸ κωλύον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τῆς κατὰ Χριστοῦ συκοφαντίας τὰς ἀφορμὰς, καὶ τῆς σαυτοῦ κεφαλῆς καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Υἱόν. Ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ ∆αβίδ· "Καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώ σομαι." Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν Σαββάτῳ, καὶ κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχὴν, γέγονας τοῦ νομοθέτου κατήγορος· διαβέβληκας ἐντολὴν, ἐφ' ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. Ἀλλ' οὐχ ἑαυτῷ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ Σαββάτῳ τέθεικε νόμον, ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχου σιν αὐτῷ τὸν αὐχένα. Καλῶς ἔφης· ἐπαινῶ τοὺς λό γους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ Θεῖον ἐλεύθερον. Πῶς οὖν αἰτιᾷ καὶ ἐν Σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέ λοντα καὶ εὐεργετοῦντα ψυχήν; Ὅταν δὲ καὶ ἐπὶ τῷ Σαββάτῳ τεθέντα νόμον πολυπραγμονεῖν ἐθέλωμεν, 72.580 ἐλεημοσύνης ἕνεκα τῆς παρὰ Θεοῦ διωρισμένον εὑ ρήσομεν· ἐκέλευσε γὰρ ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλ λον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων· ἔφη γὰρ, ὅτι "Ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παι δίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου." Ὁ δὲ καὶ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν, πῶς οὐκ ἂν ἠλέησεν ἄνθρωπον ἐν Σαββάτῳ δεινῇ καὶ ἀφύκτῳ περιπεσόντα νόσῳ; 9Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας.9 (A f. 93, γ φ. 13, H f. 280 b) Οὐκ ἀρκεῖ σοι τὸ παράδοξον εἰς πίστιν; Ὁρᾷς ἐνεργοῦντα θεοπρεπῶς, καὶ μετ' ἐξουσίας τῆς ἀνωτάτω θεραπεύοντα τοὺς ἐν ἀῤῥωστίαις, καὶ τὸν ἐκ φθόνου καὶ βασκανίας ὠδίνεις φόνον; 9Ἐξῆλθεν εἰς τὸ ὄρος προσεύχεσθαι.9 (A f. 93 α β, B f. 62, γ φ. 13 b, H f. 290 b σθ.) Πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο Χριστὸς, καὶ πνευ ματικῆς πολιτείας εἰκόνα τρόπον τινὰ τὰ καθ' ἑαυτὸν ἀναθεὶς, ἀληθινοὺς ἤθελεν ἀποφαίνειν προσκυνητάς. Ἴδωμεν τοίνυν ὡς ἐν εἰκόνι καὶ τύπῳ πραγμάτων τῶν γεγενημένων διὰ Χριστοῦ, τίνα τρόπον ἡμᾶς ποιεῖσθαι προσήκει τὰς πρὸς Θεὸν ἱκετείας. Λάθρα, καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος, προσεύχε σθαι χρή· τοῦτο γὰρ ὑποδηλοῖ τὸ εἰς ὄρος κατὰ μό νας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Ἰησοῦν καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών· "Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου." Ἀφιλοδόξως γὰρ καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, καὶ ὥσπερ εἰς ὕψος εἰς τὸ τῆς θεοπτίας ὕψος ἀναπη δῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παν τὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς· δεῖ δὲ τοῦτο δρᾷν, οὔτε ἁψικόρως, οὔτε ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν· ἐντόνως δὲ μᾶλλον, καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονήν. Ἀκήκοας γὰρ ὅτι οὐχ ἁπλῶς ηὔξατο Χριστὸς, ἀλλ' ὅτι καὶ διενυκτέρευσε τοῦτο δρῶν. Οὐκ ἀνέξεται δὲ ἴσως ὁ τῆς ἀληθείας ἐχθρὸς ταῦτα λεγόντων ἡμῶν· φησὶ γάρ· Προσεύχεται καὶ ζητεῖ παρὰ τοῦ Πατρὸς, ἅπερ οὐκ ἔχει. Πῶς οὖν ἔτι φατὲ καὶ ὁμοούσιον αὐτῷ ἴσον τε κατὰ πάντα, καὶ κατ' οὐδένα τρόπον ἀπεοικότα; Χωρὶς γὰρ πάσης ἀντι λογίας τὸ ἔλαττον ὑπὸ τοῦ χρείττονος εὐλογεῖται· μείζων δὲ πάντως ὁ διδοὺς τοῦ παρακαλοῦντος τι λαβεῖν. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων δι δασκέτωσαν ἡμᾶς οἱ τὰ ὀρθὰ διαστρέφοντες, τίνος εἶναι νομίζουσιν ἐπιδεᾶ τὸν Υἱόν; Τί δὲ ὡς οὐκ ἔχων ἐζήτει λαβεῖν; Φῶς ἐστι τὸ ἀληθινὸν, ζωὴ κατὰ φύσιν, καὶ ζωοποιὸς, καὶ τῶν δυνάμεων Κύριος, σοφία καὶ δικαιοσύνη, κτίστης καὶ δημιουργὸς