τῶν ὅλων, παντὸς ἐπέκεινα γενητοῦ, βασιλεὺς τῶν ὅλων, ταμίας οὐρανοῦ καὶ γῆς, δοτὴρ ἀγαθοῦ παντὸς ὁμοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τοῦτο μαθήσῃ γεγραφότος τισὶ τοῦ μακαρίου Παύλου·" Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." 72.581 Τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, δοξολογεῖται παρὰ πάσης κτίσεως λογικῆς· οὐκοῦν ἁπάντων ἐστὶ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς θεοπρεπῶν ἀξιωμάτων οὐσιω δῶς κληρονόμος. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν, ὡς "Πάντα τὰ ἐμὰ, σά ἐστι· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς." Ὁ δὲ πάντα ἔχων ἴδια τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίνος ἔτι λείπεται; Εἰ δὲ ὅλως λείπεταί τινος, καὶ τοῦτο εἶναί φασιν ἀληθὲς, οὐδέν ἐστι τὸ κωλύον εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐν χρείᾳ καθέστηκέ τινων. Εἰ γὰρ πάντα τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός ἐστι, λείπεται δέ τινος ὁ Υἱὸς, τοιοῦτος ἄρα ἐστὶ καὶ ὁ Πατήρ· αὐτοῦ γάρ ἐστι πάντα τὰ τοῦ Υἱοῦ. Ἀλλ' ἔστι παντέλειος ὁ Πατὴρ, δεῖται δὲ ὅλως οὐδενὸς τῶν θεοπρεπῶν ἀγαθῶν· οὐκοῦν παν τέλειος ὁ Υἱὸς, ὡς πάντα ἔχων τὰ τοῦ Πατρὸς, εἰκών ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἐν δὲ τῷ χαρακτῆρι φαίνεται πάντως τὸ πρωτότυπον, καὶ ἐν τῷ πρωτοτύπῳ πάντως ὁ χαρακτήρ. Καὶ ταῦτα μὲν πρὸς ἐκείνους. Φασὶ δὲ καὶ οἱ ταῖς Νεστορίου κενοφωνίαις συνηρ πασμένοι, ὡς ἀνάρμοστον δὲ παντελῶς Θεῷ κατὰ φύσιν ὄντι τῷ Υἱῷ, προσεύχεσθαι· πρέπει δὲ μᾶλλον ἀνθρώπῳ τῷ κατὰ συνάφειαν αὐτῷ συναφθέντι, τουτέστι τῷ ἐκ σπέρματος ∆αβίδ. Αὐτὸς οὖν ἄρα ἦν ὁ τὴν εὐχὴν ἀνατείνων. Τί οὖν πρὸς τοῦτο ἐροῦ μεν; Ἠγνοήσατε παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον· μνημονεύσατε λέγοντος τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου· "Καὶ ὁ Λό γος σὰρξ ἐγένετο." Καὶ τοῦτο ἡμῖν ὁ πάνσοφος Παῦλος ἐμφανὲς κατέστησε, λέγων περὶ αὐτοῦ· "Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρμα τος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένη ται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ." Ἀνθ' ὅτου δὴ οὖν τὸν γεννηθέντα μὲν θεϊκῶς, ὡς Λόγον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν δὲ καθέντα πρὸς κένωσιν, καὶ πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς, διὰ τοῦ γε νέσθαι καθ' ἡμᾶς, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας, τῶν τῆς ἀν θρωπότητος ἐκπέμπεται μέτρων. Ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, ἐκ πολλῆς ἄγαν ἡμερότητος καὶ φιλαν θρωπίας, οὐκ ἀπαξιοῖ τὰ ἀνθρώπινα· τύπους ἡμεῖς τῆς εἰς λῆξιν ἐπιεικείας ποιούμενος τὰ καθ' ἑαυτόν· ἵν', ὡς ἔφην, τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάσωμεν. 9Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μα θητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώ δεκα, κ.τ.λ.9 (A f. 93 b, B f. 63, γ φ. 13 b) ∆ιανυκτερεύσας εἰς προσευχὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ἀῤ ῥήτως τε καὶ ἀπερινοήτως, καὶ ὡς μόνος οἶδεν αὐ τὸς, τὰς πρός γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν 72.584 διαλέξεις ποιησάμενος, καὶ τύπον ἡμῖν σωτηριώδους πράγματος ἑαυτὸν παραθείς· ἐδίδαξε γὰρ τίνα τρό πον ὀρθῶς τε καὶ ἀμωμήτως χρὴ ποιεῖσθαι τὰς προσευχὰς, κάτεισιν ἐκ τοῦ ὄρους, καὶ τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς ἀναδείκνυσιν.(A f. 94) Ἔφη γὰρ πρὸς αὐτούς· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Ταύτης δὲ τῆς τῶν ἁγίων ἀποστόλων προβολῆς μνημονεύει λέγων καὶ ὁ μακάριος ∆αβὶδ, ὡς πρὸς Χριστόν· "Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ." Καὶ μὲν γὰρ ὄντες ἐν σώματι, ἐμνημόνευον τῆς δόξης Χριστοῦ, πόλεσί τε καὶ χώραις τὸ αὐτοῦ λαλοῦντες μυστήριον. Ἐπειδὴ δὲ πρὸς τὰς ἄνω κέκληνται μονὰς, οὐδὲν ἧττον ἡμῖν καὶ οὕτω διαλέγονται περὶ αὐτοῦ, διὰ τῆς πανσόφου συγγραφῆς ἧς πεποίηνται περὶ αὐτοῦ· καὶ οἱ μὲν κατὰ Μωϋσέως νόμον χειροτονηθέντες ἱερουργοὶ, Ἀαρὼν δηλονότι καὶ οἱ σὺν αὐτῷ, ἱεροπρεπέσιν ἐσθήμασιν αἰσθητῶς κατεκαλλύνοντο· οἱ δέ γε θε σπέσιοι μαθηταὶ, χαρίσμασι τοῖς πνευματικοῖς