ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις φράσαι, ὡς μηδέν τι ἐλλεῖψαι· ὅσα δέ ἐστιν ἐπιλέξασθαι, αὐχήσωμεν ἂν καὶ αὐτοὶ ἱκανοὶ ἔσεσθαι ἀπογράψασθαι. Πάντες οἱ ἔξω ἱππόται καὶ οἱ ναύαρχοι δέ, ἀκολούθως δὲ καὶ οἱ ἀμφ' αὐτούς, ἀνακαθήραντες ἤδη τὰ σφίσι φοβερὰ καὶ μισήσαντες εἰς πλέον αἰθριοκοιτεῖν, ἔπλησαν ἀδεῶς τὰς οἰκήσεις τῆς πόλεως, τὰς μὲν μείζους κατὰ κεφαλὰς καὶ ὅσοι περὶ αὐτάς, τὰς δὲ ἐλάττους κατά τινας ἴλας ἑτέρας, ὅσαις ἦν σύμμετρον τὸ κατάλυμα. Καὶ τὸ ἐντεῦθεν αὐτοὶ μὲν ἦσαν οἴκων εἴσω, τὸ δὲ πολιτικὸν ἅπαν σύστημα ἐπλάζετο, ἐν οἷς καὶ ἡμεῖς. Καὶ τὸ μὲν βάρβαρον ἐνέμετο τὰς ἐπ' οἴκων ἐνθέσεις, οἱ δὲ οἰκοδεσπόται ἀπελήλαντο καὶ περιενόστουν ὧδε κἀκεῖ πεινῶντες, διψῶντες, ῥιγοῦντες, ὅτι καὶ γυμνοί. Καὶ εἴθε μὲν γυμνοί, ὡς ἄν που καὶ ἐλεοῖντο ἐκ τῶν γυμνωσάντων· νῦν δὲ σοφιζόμενοι τὴν ἔνδυσιν διὰ τὸ ἄλλως κατ' ὄψιν αἰσχρὸν οὐκ εἶχον ἔλεον, οἷα τῆς ἀνάγκης ἑκάστῳ, εἰ καὶ ἄναλλον, ἀλλ' οὖν τινὰ στολὴν ἀφοσιούσης, ὁποίαν ἰδὼν ὁ μὲν ἔξω πένθους γελάσοι ἂν διὰ τὸ 122 σκηνικώτερον, ὁ δὲ συγγεγευμένος τοῦ πάθους οὐκ ἂν ὀκνήσοι μὴ ἐκθανεῖν λυπούμενος. Ἐτρύπησέ τις ψίαθον καὶ περιβαλόμενος ἔκρυπτε μόγις τὴν προσθίαν αἰσχύνην καὶ ἠγάπα οὕτω καλυψάμενος, εὐδαίμων αὐτὸς τῇ πρὸς ἑτέρους παραβολῇ, ὅσοι τὸ κατὰ χεῖρα θέναρ καὶ τὰ δάκτυλα καθά τι παραπέτασμα προθέμενοι καὶ κρύπτοντες ἅπερ ἐχρῆν ἠρκοῦντο, μὴ ἔχοντες ὅ,τι πλέον δράσουσι. Καὶ ἦν μὲν καὶ αὐτὸ οὐ θέας ἄξιον· εἰ δὲ καὶ γυναῖκες τοῦ πάθους ἐκοινώνουν τοῦδε, τί δὴ ἔλαμπεν ἥλιος, ὡς καὶ τοιαῦτα καθορᾶν; Ἀλλ' αὐτὸς μὲν εἶχεν ἄλλως ἐνδείκνυσθαί τι καλόν, ἐκτρέπων τοὺς αὐταῖς ἐνυβρίζοντας, ὁ δὲ ἐπιὼν ἕσπερος πάνδεινα ἐποίει, σκότον προβαλλόμενος εἰς ἀποκρυφὴν καὶ ἀναίδειαν. Ἡ μὲν γὰρ ἡμέρα εἶχέ τι σῶφρον δέει τῶν ὑπερεχόντων, ἡ δὲ νὺξ ἐπαρρησίαζε τὰ μὴ ὅσια. Ἦν τις τότε καὶ ὃς ῥάκος εὑρηκὼς παρερριμμένον που ἀποκαθημένης τυχὸν ἢ καὶ ἀλλοῖον, ὁποίοις πολλοῖς αἱ λεωφόροι κατέστρωνται, καὶ συχνὰ τοιαῦτα συγκεκρουκὼς εἰς ῥαφήν, ὡς εἶχε, καὶ λεντίου τρόπον συσκευασάμενος, ἄκων ἤθελε τὴν ἀσυνήθη περιστολήν. Ἄλλοι συνθέματα ἐρεᾶ μαδῶντα ἐξευρίσκοντες καὶ ἐναπτόμενοι, κοιλίαν μὲν καὶ ῥάχιν καὶ τὰ κατωτέρω ἔσκεπον, σχοίνῳ σαθρᾷ καὶ ῥυπαρᾷ τῇ ἐκ φιλύρας ἢ τοιοῦδέ τινος περιζωσάμενοι, τὰ δὲ λοιπὰ ἐν χρῷ κατ' αὐτὴν σάρκα τῷ ἀέρι γινόμενοι. Ἱματισμένον δέ τινα ἰδεῖν τὸ ὅλον ὅμοιον ἦν ὡς εἰ καὶ ῥῆγα εἶδεν ἢ ἄλλον ἄνδρα λαμπρότητος. Πόρναις μόναις ἐνέλαμπε κάλλος ἱματισμοῦ, αἳ τοῖς ἱεροῖς πεπλώμασιν ἠγλαΐζοντο, εὐπάρυφοι τοῖς μιαροῖς ἐρασταῖς παρομαρτοῦσαι καὶ βλεπόντων ἡμῶν παρρησιαζόμεναι τὴν ἁμαρτίαν καὶ συγκαταχορεύουσαι. Ὢ κἀνταῦθα θείας ἀνοχῆς. Αἱ δὲ κεφαλαὶ τοῖς μὲν πλείοσιν ἦσαν ἀκατακάλυπτοι, τῶν Λατίνων οὕτω σκευωρησάντων, ὡς ἂν ἔχοιμεν τὸ ὁμόστολον. Καὶ τοῦτο μὲν οἱ δυνάμενοι ἔπασχον· ὅσοις δὲ τὰ τῆς κεφαλῆς οὐκ εἶχεν ἀπαθῶς, ἀλλ' ἔδει κατακεκαλύφθαι αὐτὰς διὰ τὸ ἄρρωστον, ἀλλ' αὐτοὺς βλέπων τις παντοῖος ἂν τὴν λύπην γένοιτο, τῇ ποικιλίᾳ τῶν βλεπομένων συμπεριαγόμενος. Πῖλον μὲν γὰρ ἀσκητὸν περιτεθεῖσθαι οἱ εὐτυχέστατοι κατεπλούτουν, τῶν δ' ἄλλων οἱ πλείους ψιάθων πλέγματα ἢ σχοίνων ἢ καλάμης ἐσχεδίαζον εἰς τοιαύτην σκέπην, τὰ πολλὰ καὶ διατετρημένα τὴν κορυφὴν κατὰ καπνοδόκην, τὰ μὲν εὐρῶτος καταβοσκησαμένου, τὰ δὲ καὶ κατὰ βαρβαρικὸν ἄθυρμα, οὐκ ὀλίγα δὲ καὶ πρὸς τέχνην, ἵνα διὰ τοῦ τρήματος ὁ πῖλος, οἷα καί τις χώνη τοῖς διψῶσιν ἐνερεύγηται συμβολήν. 124 Καὶ ἦσαν οἱ πάντες ἐκ τῶν τοιούτων στολισμάτων, ὧν πολλοῖς ἐνέλαμπον ὡς οἷά τινες πορφύρεοι λίθοι πληγαὶ πορφύρουσαι τῷ ἐξ αἵματος λύθρῳ, θέαμα καὶ δυσπρόσοπτον καὶ δυσείκαστον, τὸ μὲν οἷς ἐκ νερτέρων ἥκειν ἐδόκουν σκιαί τινες ἀΐσσουσαι, τὸ δ' ὅτι τοὺς κατὰ φύσιν χαρακτῆρας οὐκέτ' εἶχον διὰ τὸ ἔνδον που ἀναχωρῆσαι ἢ καὶ τέλεον ἐκλιπεῖν τὸν φίλιον χυμόν, δι' οὗπερ ἐξανθεῖ τὸ