1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

38

τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται, καὶ ἀγνοεῖ τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα· εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; ∆ιὰ τοῦτο ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλὰς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶσσαν φθεγγομένην, Θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. ∆ιαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον ἡ γλῶττα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρου ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τίς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον, καὶ δι' αὐτῆς καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται· ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίζῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάζῃ. Εἰ οὖν τοιαύτην ἀσθένειαν περιφέρων ὁ ἄνθρωπος, οὕτω τῆς ἰδίας εὐτελείας ἐπιλανθάνεται, ὡς καὶ κατὰ ∆ημιουργοῦ θρασύνεσθαι· εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Ἐννόησον τίνι κοινωνεῖς, ἄνθρωπε, φυσώμενος καὶ πρὸς ἀλαζονείαν ἐπαιρόμενος, καὶ τοῦ ξένου τὴν θεραπείαν ἐπαισχυνόμενος. Καὶ πῶς τοῦτο γένοιτ' ἂν, φησί; Εἰ γὰρ εὐγενής τις εἴη καὶ περιφανὴς καὶ λαμπρὸς καὶ ἐπίσημος, αὐτὸς τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν μᾶλλόν ἐστι. Κἂν γὰρ μυριάκις αὐτοῦ τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος. Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαι περὶ εὐγενείας διαλεγόμενος. Τὸ γὰρ μὴ μέγα φρονεῖν ἐπὶ τοῖς οὖσιν, οὐ πρὸς τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον. Οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν· ὅταν δὲ καὶ ἀπόνοια προσῇ τούτῳ, διπλοῦς ὁ κρημνὸς γίνεται. Ὁ δὲ μετριάζειν εἰδὼς ὑποτέμνει τῇ ταπει 63.618 νοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχει ἅπερ ἔχει· τοιοῦτον τὸ μέγεθος τούτου. Οὐ γὰρ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ὁ ἐπὶ τοῖς πνευματικοῖς μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον ὁ ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων. Οὐδὲν γὰρ οὕτως τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμῆσαι. ∆εῦτε γὰρ, φησὶ, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ γὰρ μὴ ἤμην πρᾶος, τοῦ βασιλέως ὢν υἱὸς, δούλην ἐπελεγόμην μητέρα; εἰ μὴ ἤμην πρᾶος, ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς πρὸς ὑμᾶς ἐπεδήμουν; εἰ μὴ ἤμην πρᾶος, φάτνης ἐδεχόμην πενίαν, ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον; εἰ μὴ ἤμην πρᾶος, τὸν νῶτόν μου παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας; Τί δέ; τὸ μεῖζον οὐ λέγω· εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, ὁ μηδὲν ὀφείλων ἐγὼ, τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον, Οὕτως εἰμὶ πρᾶος, ὅτι ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως εἰμὶ ταπεινὸς, ὅτι ἱκετεύειν τοὺς ἐμοὺς οὐκ αἰσχύνομαι δούλους, ἀλλ' αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ. Ὅταν οὖν εἰς ἔννοιαν ἔλθῃς θαύμασαι σαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, ἐννόησον τὸν