ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς καὶ διάφορον κατ' οὐδέν. Ἰτέον ἐπὶ τὰς ἐκκλησίας καὶ θεωρητέον τοὺς τοιούτους καὶ ἐκεῖ καὶ ἐρωτητέον τίς ἄρα ἐν τούτοις ὁ πλούσιος ἢ πένης, καὶ ὅσα τοιαῦτα. Ἀλλὰ τίς μὲν ἱερᾶται; τίς δὲ ἐπὶ τοῦ ἀναγινώσκειν ἐστί; τίς δὲ τοῦ λαοῦ εἶναι εἴληχε; Πάντες γὰρ εἶδος ἓν καὶ μορφὴ ἡ αὐτή· κἂν εἰ μή τις ἀποκριθεὶς τῶν ἄλλων τὸ ἱερὸν εἰσέλθοι βῆμα, στησόμενος εἰς εὐχάς, καί τις ἄλλος εἰς τὸν ἱερὸν ἀνέλθοι ὀκρίβαντα ψαλμοῦ χάριν, οὐκ ἦν διάκρισις τούτων τε καὶ τῶν τοῦ λαοῦ. Εἶχον δέ τι πάντες οὗτοι σεμνόν, εἰ καὶ ἄλλως λυπηρόν· λελυμένοι γὰρ ἐκ τῶν ποδῶν πάντες τὰ ὑποδήματα τῶν τοῦ ἁγίου οἴκου κρηπίδων ἐγίνοντο. Σκοπητέον καὶ τὰς ἑκάστων τροφὰς καὶ γνωστέον ὡς ἐκ τῶν συμφυλετῶν μὲν οὐκ ἦν ὅ, τι καὶ λάβοιεν, πάντων ἐξ ἴσου πεινώντων, τῶν δὲ Λατίνων ὀλίγοι μέν τινες ἐχορήγουν ὀβολοὺς τοὺς παρὰ σφίσιν, ὅθεν ἦν γλίσχρως ἀποζῆν, οἱ δὲ πλείους διάβολον ἐπικαλοῦντες τὸν ἐπαιτοῦντα, τοῦτο δὴ τὸ παρ' αὐτοῖς εὐχορήγητον, ὕβρεις ἐδίδουν ὡσεὶ καὶ ψωμόν, καὶ κόνδυλον ὄψον ἐπ' αὐταῖς. Καὶ ὁ ἔλεος μὲν οὕτως ἦν δυσεύρετος, δίχα γε τῶν ἐκ τοῦ Μυροβλύτου, ὅς, καθὰ καὶ προσυγγέγραπται, πάντας τοὺς πολίτας ἔθρεψεν εἰς ὅσον ἐχρῆν. Εἰ δέ τις καὶ εὐπορηκώς ποθεν ἐθέλοι τιμήματος πορίσασθαι τὸ τρέφον, βαβαὶ τῆς βαρβαρικῆς ἀπανθρωπίας. Ἰουδαίῳ μὲν γὰρ καὶ Ἀρμενίῳ, οὓς ἡ ἀγχιτέρμων Κρανία καὶ ὁ Ζεμενίκος φέρβουσιν, ἐπεμέτρει ἐς ὅσον τε καθῆκον ἦν καί τι καὶ εἰς ὑπέρμετρον, ἑαλωκότι δὲ πολίτῃ ἐλάχιστον, εἴ που καὶ ἐπιστραφείη αὐτοῦ. Ἀρτίδιον γοῦν περιηγμένον ὡς εἰς κρίκον, ὅσον ἂν ἀντίχειρ καὶ λιχανὸς διαγράψαιεν, τριῶν χαλκῶν στατήρων ἀπεδίδου τῷ ἐλεεινῷ πολίτῃ, μόλις ὀβολοῦ ἀξιούμενον. Ἀλλ' ἅμα ὑπεκρουσάμην Ἀρμενίους καὶ ζέσιν ἔπαθον περικάρδιον, ἐννοησάμενος ὁποῖα κακὰ καὶ αὐτοὺς ὁ βάσκανος δαίμων ἡμῖν προσέθετο, ἔξω μὲν πρὸ τῆς ἁλώσεως ἓν ὄντας τοῖς πολεμίοις καὶ θερμοτέρους ἐκείνων εἰς τὰ καθ' ἡμῶν ἀποδεικνυμένους κακὰ ἐν ἐφόδοις, ἐν λόχοις, ἐν προόδοις ταῖς εἰς λείαν, ἐν μηχαναῖς, ἐν ἐκφάνσεσι τῶν λανθανόντων, ἔσω δὲ δεσπό 126 ζοντας ἡμῶν καὶ αὐτούς, ἀπειλουμένους, ἐπιτάσσοντας, ἀποστεροῦντας, τύπτοντας, ἄγχοντας τοῖς ὠνίοις. Ἀρτίσκον γὰρ παλάμῃ περιληπτόν, ὃν ὀβολοῦ ἄν τις τιμήσαιτο, πολλοῦ αὐτοὶ ἐσταθμῶντο, καὶ λατινικῶς καὶ αὐτοὶ ἡμᾶς ἀπέπνιγον. Καὶ ἀπολώλαμεν ἂν τηνικαῦτα, εἰ μὴ τὴν ὀπώραν κατ' ἄμμον πληθύνας ὁ Θεός, ἐν αἷς καὶ τὰς σταφυλάς, ἃς ἄλλων κεκοπιακότων ἕτεροι ἔδρεπον εἰς τοὺς κόπους ἐκείνων εἰσερχόμενοι, ἔθρεψε καὶ ἡμᾶς. Μὴ γὰρ ἐπὶ νοῦν ἀγέτω τις ἄλλο τι ἐς τροφὴν καὶ τρυφὴν ἐνδεδαψιλεῦσθαι ἡμῖν. Ὧν ἐκθλιβομένων μὲν οἶνον εἴχομεν, εἰ καὶ πνευματίαν ἐκεῖνον καὶ βρόμιον καὶ οὐ προσηνῆ πρὸς ὑγίειαν, ἀλλ' οὖν παραμυθητικώτερον ὕδατος, καὶ ἀλλοίαν δὲ τροφήν, ναὶ δὲ καὶ ἱματισμὸν τῇ ἀπεμπολήσει, καὶ εἴ τι δὲ ἄλλο ῥᾴδιον καὶ πρόχειρον πορίσασθαι. Οἱ δὲ ἐξώλεις Ἀρμένιοι λέγεται καὶ καταμιαίνειν ἡμῖν τοὺς ἄρτους. Ἦν δὲ αὐτὸ οὐχ ἱκανὸν τοὺς πτωχοὺς ἐκτρέπειν τοῦ προσίεσθαι τὰ πωλούμενα· δεινὴ γὰρ ἡ ἀνάγκη τὸ καθῆκον ἐκκρούεσθαι καὶ μόνου τοῦ πρὸς βίαν ἐγκειμένου γίνεσθαι. Τοιοῦτον δέ τινα μιασμὸν διαρρέει φήμη καὶ ἐκ τῶν Λατίνων πάσχειν ἡμᾶς. Ἔλαιον γὰρ πιμελαῖς καὶ στέασιν ἐγκατακεραννύντες ἐγίνοντο τοῖς ἀγαθοῖς Χριστιανοῖς αἴτιοι τοῦ παρανομεῖν τὴν νηστείαν, τὴν κατὰ τὰς Τετράδας καὶ Παρασκευάς, ἵνα μὴ μόνον τὴν τύχην ἡμῖν ἀλλοιώσωσιν οἶς ἡμᾶς κατεδουλώσαντο, ἀλλὰ καὶ τῇ ἁγίᾳ θρησκείᾳ ἐμπαροινήσωσιν. Ὤ, τίς ἂν ἀνάσχοιτο ἐκείνων; Καὶ ὅτε ἡμεῖς μὲν ἐν τῷ τοῦ μεγάλου Μυροβλύτου ναῷ ὕμνους ἱεροὺς ἐτελοῦμεν περιιστάμενοι τὸν περιώνυμον ἐλεήμονα, οἱ δ' ἐν ταῖς πλαγίαις τοῦ ἱεροῦ βήματος τὰ ἑαυτῶν ἐτέλουν, ἀντιφωνοῦντες ἡμῖν καὶ τὰς πολίτιδας φωνὰς ὑπερφωνεῖν ἐθέλοντες βοαῖς κορυζώσαις καὶ ἀπηχέσι, πολλάκις δὲ καὶ ταῖς τῶν καθ' ἡμᾶς θείων εὐαγγελίων ἐκφωνήσεσι πρὸς ἔριν οἱ ἀχαρίτωτοι ἀντεπεξαγόμενοι καὶ