39
∆εσπότην σου ποῦ κατῆλθεν, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ, ὡς οὐδὲν πεποιηκότος. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος, μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, καὶ ἀπολέσεις τὸ καύχημα. ∆ιὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς· ἂν τοίνυν δι' αὐτῆς εἰς ἀπόνοιαν ἐμπέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν. Εἰ δέ τις λέγοι βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι, ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν, καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς, ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος. Καὶ τί δήποτε, φησὶν, οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν, μετὰ τοὺς πειρασμοὺς πολλάκις κατέπεσον; Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος, πλὴν τοῦ πλάσαντος καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων ἡμῖν εἶναι χρηστῶν, πάντων εἰσὶ πονηρότεροι. Ἵνα δὲ τοὺς τοιούτους ἀφέντες, ἐπὶ τοὺς ὄντως βιοῦντας ὀρθῶς ἔλθωμεν τῷ λόγῳ, τίς οἶδεν εἰ τὰ μὲν ἄλλα αὐτοῖς κατώρθωται, τὸ δὲ κεφάλαιον ἠμέληται τῶν ἀγαθῶν, ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσιν, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει 63.619 κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Ἐπιείκεια γὰρ λέγεται, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ' ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ. Ὅρα γὰρ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ οἵαν εἰς τοὺς οἰκείους αὐτοῦ δούλους ἐπιδείκνυται θεραπείαν. Ἡνίκα γὰρ Ἰσαὰκ παρὰ τοῦ βασιλέως Γεράρων καὶ τῶν ἐγχωρίων ἀδίκως ἀπηλαύνετο τῶν ἰδίων πόνων, οὐκ ἐδυσχέραινεν, οὐδὲ μικρόψυχον ἐπεδείξατο, οὐδὲ ἀνεβόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ ἀπολαύειν φρεάτων εἰμὶ κύριος; ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἀπεστέρημαι τῆς παρὰ τοῦ ∆εσπότου; Οὐδὲν τοιοῦτον οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ' ἐπιεικείας πάντα ἔφερε. ∆ιὰ τοῦτο καὶ πλείονος ἀπέλαυσε τῆς τιμῆς, καὶ τῆς ἄνωθεν συμμαχίας. Ὤφθη γὰρ αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε. Θέλων γὰρ τὸν δίκαιον ἀνακτήσασθαι καὶ θαῤῥεῖν παρασκευάσαι, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον ποιήσας, καὶ ἐν τοσαύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα τῶν ἐγχωρίων λαμπρότερον ἀπεργασάμενος· ἐγώ εἰμι ἐκεῖνος, ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευάσας. Μὴ τοίνυν φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ πληθυνῶ τὸ σπέρμα σου δι' Ἀβραὰμ τὸν πατέρα σου· πολλὰς γὰρ ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς. Ταῦτα ἀκούσας ὁ δίκαιος, ἐν ἀδείᾳ λοιπὸν γίνεται· ὁ γὰρ εἰπὼν, Μετὰ σοῦ εἰμι, καὶ, Εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου· οὗτος καὶ τὴν περιφάνειαν ἐχαρίσατο. Ὅρα πόση τῆς ταπεινώσεως ἡ ἰσχύς· οἱ γὰρ πρῴην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν δίκαιον, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων καὶ συγγνώμην αἰτοῦσιν, ἀλλὰ καὶ ἀνακηρύττουσι. Τίς γὰρ ἂν εἴη τούτου ἰσχυρότερος, τοῦ μεθ' ἑαυτοῦ τὸν Θεὸν ἔχοντος; Ἰδόντες γὰρ, φασὶν, ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ. Ἴδωμεν δὲ πῶς καὶ ὁ τούτου υἱὸς Ἰακὼβ τὴν ἀποδημίαν ποιεῖται διωκόμενος· οὐ μικρὰν γὰρ κἀντεῦθεν καρπωσόμεθα τὴν ὠφέλειαν. Πορευόμενος γὰρ εἰς Χαῤῥὰν, ἔδυ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη. Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπορίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς, πολλῆς ἀπολαύσας θεραπείας, λαβὼν λίθον,