κλοιὸν αὐτοῦ στιβαρῶς·" ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπα γὴν αὐτοῖς. Ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ, συνήγαγεν ὁ Σατανᾶς, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ' ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους, καὶ προσ εκόμισαν τῷ Θεῷ τὴν ὑπ' οὐρανόν. 9Ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ.9 (A f. 94 b) Ἄθρει δή μοι τῆς χειροτονίας τὸν τρόπον· οὐ γὰρ ἐν παραβύστῳ καὶ λεληθότως πε πράχθαι φησὶν αὐτὸς ὁ σοφώτατος εὐαγγελιστὴς, συναγηγερμένων δὲ μᾶλλον πολλῶν μαθητῶν ὄχλου τε πολλοῦ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας, καὶ ἐκ τῆς παραλίου Τύρου καὶ Σιδῶνος. Οὗτοι δὲ ἦσαν εἰδωλολάτραι, ἤγουν ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις χωλεύοντες, καὶ τιμῶντες μὲν ἐκ μέρους τὰ τῶν Ἰουδαίων ἔθη, τῶν γε μὴν τῆς εἰδωλολατρίας αἰτια μάτων οὐκ εἰσάπαν ἀποφοιτήσαντες. Πέπρακται τοίνυν ἡ χειροτονία, τούτων πάντων παρόντων, καὶ ἐφ' ἅπασαν τὴν ὑπ' οὐρανὸν τέθεινται μυσταγωγοί· ὃ δὴ καὶ πεπράχασι, καλοῦντες μὲν Ἰουδαίους ἐκ νομικῆς λατρείας, τοὺς δέ γε τῶν δαιμονίων θερα πευτὰς ἐκ πλάνης Ἑλληνικῆς, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ἀναδείξας δὲ τοὺς ἁγίους ἀποστόλους, πλείστων ὄσων καὶ ἀξιαγάστων σημείων γέγονεν ἀποτελεστὴς, δαιμονίοις ἐπιπλήττων, ἀνιάτων ἀῤῥω στημάτων ἐλευθερῶν τοὺς προσιόντας αὐτῷ, καὶ θεοπρεπεστάτην ἀποφαίνων τὴν ἑαυτοῦ δύναμιν· ἵν' εἰδεῖεν οἱ ἐπ' αὐτῷ συνδεδραμηκότες Ἰουδαῖοί τε καὶ οἱ ἐκ τῆς Ἑλλήνων χώρας, ὅτι τετίμηνται τῷ τῆς ἀποστολῆς ἀξιώματι παρὰ Χριστοῦ, καὶ οὐχ ἑνὸς ὄντος τῶν καθ' ἡμᾶς ἀνθρώπου κοινοῦ, Θεοῦ δὲ μᾶλλον ὡς ἐνανθρωπήσαντος Λόγου, καὶ τὴν ἰδίαν σώζοντος δόξαν· "∆ύναμις γὰρ παρ' αὐτοῦ ἐξ ήρχετο, καὶ ἰᾶτο πάντας."(E f.118) Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν παρ' ἑτέρου Χριστὸς, ἀλλ' αὐτὸς ὢν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν, ἰᾶτο πάντας. Εἰ δὲ βούλει καὶ τὴν ἑρμηνείαν τῶν ἀποστολικῶν μα θεῖν ὀνομάτων, ἴσθι ὅτι Πέτρος μὲν ἑρμηνεύεται, ἐπιλύων, ἢ ἐπιγνούς· Ἀνδρέας δὲ, δύναμις εὐ πρεπὴς, ἢ ἀποκρινόμενος· Ἰάκωβος, πτερνιστὴς πόνου· Ἰωάννης, Κυρίου χάρις· Ματθαῖος, δεδωρημένος· Φίλιππος, στόμα χειρῶν, ἢ στόμα λαμ πάδος· Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα· Θωμᾶς, ἄβυσσος, ἢ δίδυμος· Ἰάκωβος Ἀλφαίου, πτερνισμὸς βαδίσεως ζωῆς· Ἰούδας, ἐξομολόγησις· καὶ Σίμων, ὑπακοή.9 72.589 9Μακάριοι οἱ πτωχοί.9 (A f. 95 b, B f. 63 b, E f.118) Εἰς καινότητα μὲν οὖν ζωῆς εὐαγγελικῆς μετὰ τὴν χειροτονίαν καταῤῥυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά φησι. Περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα ἔλεγεν, ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν· ἵνα νοῶμεν πτωχὸν τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος. Καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;" Ἔφη δὲ καὶ ὁ προφήτης ∆αβὶδ, ὅτι "Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Ναὶ μὲν καὶ αὐτὸς ὁ Σωτήρ· "Μάθετε ἀπ' ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ τα πεινὸς τῇ καρδίᾳ." Ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι, μακαρίους ἔσεσθαί φησι τοὺς πτω χοὺς, οὐ προσκειμένου τοῦ, πνεύματι. Οὕτω δέ φα σιν οἱ εὐαγγελισταὶ, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα· καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τὸ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς· ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς