40
περὶ τῆς κατὰ Μωσέα Ἰουδαίων πολιτείας. περὶ δὲ τῆς ἐν τοῖς ὑπ' αὐτοῦ τεθεῖσι νόμοις ἐπεσκιασμένης καὶ ἀλληγορικῆς θεωρίας πολλὰ ἔχων εἰπεῖν ἐπαρκεῖν ἡγοῦμαι τὰς Ἐλεαζάρου καὶ Ἀριστοβούλου διηγήσεις, ἀνδρῶν τὸ μὲν γένος Ἑβραίων ἀνέκαθεν, τὸν δὲ 8.8.57 χρόνον κατὰ τοὺς Πτολεμαίων χρόνους διαπρεψάντων. ὧν ὁ Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος μικρῷ πρότερον ἡμῖν ἐδηλοῦτο, ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι διὰ πρεσβείας ἕνεκα τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς, τὸν τρόπον ὑποτυπούμενος τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης ἰδέας, τοιαύτην πεποίηται τοῦ λόγου τὴν διδασκαλίαν·
8.9.1 θʹ. ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΥΠΟΤΥΠΩΣΙΣ ΤΗΣ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΝΟΜΟΙΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ∆ΙΑΝΟΙΑΣ
«Ἄξιον δὲ ἐπιμνησθῆναι διὰ βραχέων τῶν ὑποδειχθέντων ὑπ' αὐτοῦ πρὸς τὰ δι' ἡμῶν ἐπιζητηθέντα· νομίζειν γὰρ τοῖς πολλοῖς περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ, λέγω δὲ περί τε βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομέ8.9.2 νων ἀκαθάρτων εἶναι κνωδάλων. πυνθανομένων γὰρ ἡμῶν διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφήν δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάλιν πάνυ 8.9.3 δεισιδαιμόνως, πρὸς ταῦτα οὕτως ἐνήρξατο· «Θεωρεῖς», ἔφη, «τὰς ἀναστρο8.9.3 φὰς καὶ τὰς ὁμιλίας οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι καὶ ταλαίπωροι δι' ὅλου τοῦ ζῆν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον· 8.9.4 διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν καὶ διδάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτικῶς μόνον, ἀλλ' ἐνδεικτικῶς, καὶ τὰς βλάβας προὐδήλου καὶ τὰς ὑπὸ θεοῦ γιγνομένας ἐπιπομπὰς 8.9.5 τοῖς αἰτίοις. προϋπέδειξε γὰρ πρῶτον πάντων ὅτι μόνος ὁ θεός ἐστι καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γιγνομένων ὑπ' ἀνθρώπων κρυφίως, ἀλλ' ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι. 8.9.6 ταῦτ' οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι καὶ ἐὰν ἐννοη θῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι' ὅλης τῆς νομοθεσίας 8.9.7 τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ' ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι παρὰ πόδας ἔχοντες τὴν ἀναι8.9.8 σθησίαν. εἴτε γὰρ κατ' ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὐχρηστοτάτην τὴν κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον 8.9.9 τοὺς ὁμοίους ἀποθεοῦν. καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυ8.9.10 νοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. τῶν μὲν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται καὶ ταῦτα προσκυ8.9.11 νοῦσι καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι; συνθεωρήσας τοιγαροῦν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης καὶ ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις