ὀνομάζειν ἐν τούτοις, τοὺς φιλο κερδείας κρείττονας, καὶ τὸν τρόπον ἔχοντας ἀφιλ άργυρον. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀναδείκνυται, λέγων· "Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσι." Προσετίθει δὲ τούτοις, ὡς "Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα." Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμα, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυ μίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. Τίνες δέ εἰσιν οὗτοι; Οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγοντος· "Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς," κ.τ.λ. 9Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθή σεσθε.9 (A f. 97 b, B f. 64 b, γ φ. 14 b) Καί τοι πάλιν ἐν τῷ Ματθαίῳ φησί· "Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσον ται·" ἐνταῦθα δὲ τοὺς πεινῶντας ἁπλῶς, μακα ρίους ἔσεσθαί φησι. Φαμὲν οὖν ὅτι μέγα μὲν καὶ ἐξαίρετον τὸ πεινῇν καὶ διψῇν τὴν δικαιοσύνην, τουτέστι, καθάπερ τινὸς τροφῆς καὶ ποτοῦ μετα ποιεῖσθαι φιλεῖν τῶν εἰς εὐσέβειαν σπουδασμάτων· τοῦτο γὰρ ἡ δικαιοσύνη δηλοῖ. Ἐπειδὴ δὲ χρὴ ταῖς ἀρτίως ἡμῖν εἰρημέναις ἐκδόσεσιν ἑπομένην ἀπο φῆναι καὶ τὴν ἐν τούτοις διάνοιαν, πάλιν ἐκεῖνό φα μεν· ἐμακάρισεν ὁ Σωτὴρ τοὺς τὴν ἐθελούσιον ἀγα πῶντας πτωχείαν, ὑπέρ γε τοῦ καλῶς καὶ ἀπερι σπάστως τὸν ἀποστολικὸν διανῦσαι δρόμον. Τῷ γὰρ 72.592 μὴ ἔχειν χρυσίον ἢ ἀργύριον ἐν ταῖς ζώναις, ἢ δύο χιτῶνας, ἕπεται πάντως πλείστης ὅσης αὐτοὺς ἀνα σχέσθαι σκληραγωγίας, καὶ μόλις αὐτοὺς εὐπορῆσαι τροφῆς· φορτικὸν δὲ τοῦτο τοῖς ἐν πενίᾳ καὶ διωγ μοῖς· ταύτῃτοι καὶ μάλα εἰκότως ὁ καρδίας εἰδὼς, μικροψυχεῖν οὐκ ἐᾷ πρὸς τὰ ἐκ τῆς πτωχείας συμ βαίνοντα. Τοὺς γὰρ νῦν πεινῶντας τῆς εἰς αὐτὸν εὐσεβείας ἕνεκα, χορταθήσεσθαί φησι· τουτέστι τοῖς δοθησομένοις ἐντρυφήσουσιν ἀγαθοῖς, νοητοῖς δὲ δηλονότι καὶ πνευματικοῖς. 9Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.9 (A f. 98 b) Μακαρίζει τοὺς κλαίοντας, καί φησιν ὅτι γελάσουσι· κλαίειν δέ φαμεν, οὐ τοὺς ἁπλῶς τὸ ἐξ ὀμμάτων καθιέντας δάκρυον· κοινὸν γὰρ τοῦτο καὶ πᾶσι συμβαῖνον πιστοῖς καὶ ἀπίστοις, εἴπερ τι γένοιτο τῶν εἰωθότων καταλυπεῖν· ἐκείνους δὲ μᾶλλον τοὺς τὸν ἱλαρὸν καὶ ἐξίτηλον, καὶ ἐν τρυφαῖς ὄντα ταῖς σαρκικαῖς φεύγοντας βίον· ἐκείνους μὲν γὰρ ἐν τῷ τέρπεσθαι καὶ γελᾷν εἶναί φαμεν. Τοὺς δέ γε τὸ τρυφᾷν καὶ ἀνίεσθαι σαρκικῶν παραιτουμένους, καὶ μονονουχὶ κλαίοντας διὰ τοῦ μισεῖν τὰ ἐν κόσμῳ, μακαρίους εἶναί φησιν ὁ Σωτήρ· οὐκοῦν πτωχεῦσαι κελεύσας, καὶ τὰ ἑπόμενα τῇ πτωχείᾳ τιμαῖς στE. f. ανοῖ ταῦτα δέ ἐστι, τῶν εἰς τρυφὰς ἐπιτηδείων ἡ σπάνις, καὶ τὸ κατηφὲς διὰ τὴν θλῖψιν. Γέγραπται γὰρ ὡς πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πα σῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. 9Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄν θρωποι, κ.τ.λ.9 (A f. 99 b, B f. 64 b) Ἤδη μέντοι ὁ Κύριος τὸν διωγμὸν ἀπήγγειλε, πρὶν ἀποσταλῆναι τοὺς ἀποστό λους. Προέλαβε τὸ εὐαγγέλιον τὴν ἔκβασιν· ἐχρῆν γὰρ πάντως αὐτοὺς τὸ εὐαγγελικὸν διαγγέλλοντας κήρυγμα, καὶ Ἰουδαίους μὲν ἀφιστῶντας τῆς κατὰ νόμον λατρείας, ἵνα τῆς εὐαγγελικῆς εὐζωΐας εἰδεῖεν τὴν ὁδὸν, τοὺς δέ γε εἰδωλολάτρας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν σαγηνεύοντας, προσκροῦσαι πολλοῖς ἀφι λοθέοις τε καὶ ἀνοσίοις ἀνδράσιν· οὗτοι γὰρ πολέ μους καὶ διωγμοὺς τοῖς τὸν Ἰησοῦν καταγγέλλουσιν ἐπεγείρουσι, διώκοντες τὴν εὐσέβειαν. Ἵνα τοίνυν ἐνστάντος τοῦ καιροῦ, καθ' ὃν ἔμελλεν ἔσεσθαι ταῦτα παρά τινων, μὴ εἰς ἀνοήτους ἐμπίπτωσιν ἀκηδίας, προαπαγγέλλει χρησίμως, ὡς καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος, ἔμμισθος ἔσται καὶ ἐπωφελὴς αὐτοῖς. Ὀνει δίσουσι γὰρ, φησὶν, ὑμᾶς ὡς πλάνους καὶ ἀπαταιῶ νας· ἀφορίσουσιν ἑαυτῶν, τουτέστι τῆς πρὸς ἑαυτοὺς φιλίας καὶ κοινωνίας· ἀλλὰ μηδεὶς