41
χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον 8.9.12 θεὸν καὶ δυνατὸν σεβόμενοι παρ' ὅλην τὴν πᾶσαν κτίσιν. ὅθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς. ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ' ἀλήθειαν θεόν· ἀλλ' εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν 8.9.13 καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ' ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι' ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστιν. ὅπως οὖν μηδενὶ συναλισγούμενοι μηδὲ ὁμιλοῦντες φαύλοις διαστροφὰς λαμβάνοιμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις 8.9.14 καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς. τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ' ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ' ὧν ἀπεχό8.9.15 μεθα κατὰ τὴν χρῆσιν καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίας ποιούμενος ἐνομοθέτει ταῦτα Μωσῆς, ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαίρετον 8.9.16 ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. τῶν γὰρ πετεινῶν οἷς χρώμεθα πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραί, τρυγόνες, ἀττακοί, πέρδικες, ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα· περὶ ὧν δὲ ἀπηγόρευται πετεινῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ αὐτὰ δυνάμει τὰ λοιπὰ καὶ τὴν τροφὴν ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἁρπάζουσι 8.9.17 καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας. παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας, ὅτι δέον ἐστὶ κατὰ ψυχὴν οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν πεποιθότας ἰσχύϊ τῇ καθ' ἑαυτοὺς μηδ' ἀφαιρεῖσθαι μηδέν, ἀλλ' ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾶν, ὡς τὰ τῶν προειρημένων πετεινῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν 8.9.18 οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν συγγενικῶν. διὰ τῶν τοιούτων οὖν παρέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ μηδὲ τῇ περὶ αὐτοὺς ἰσχύϊ πεποιθότας ἑτέρους καταδυνα8.9.19 στεύειν. ὅπου γὰρ οὐδ' ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατα8.9.20 κλασθῆναι; πάντα οὖν τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτέθειται. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας 8.9.21 σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον. ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ' ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τῷ σημειοῦσθαι διὰ τούτων, ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλ8.9.22 μεθα. οἱ γὰρ πλείονες τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γὰρ πρὸς ἄρσενας προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ 8.9.23 καὶ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. περὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον εἶναι καὶ τὸν τῆς μνήμης κεχαρακτήρικεν. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει, σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον 8.9.24 ἀλλ' ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι. τὸ γὰρ ζῆν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. διὸ