συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι εἰς δικαίωσιν τοῦ κακουργεῖν τὸ ἀπὸ σπάθης ἡμᾶς ἑλεῖν, οὐκ ἀνθρώπινα λαλοῦντες, ἀλλ' ὡσεὶ καὶ λέων ἄγραν ἑλὼν ἐθέλει διασπᾶν αὐτήν, οὐχ ὅτι πεινῴη καὶ ποθοίη σάρκας, ἀλλὰ δικαίῳ τοῦ συσχεῖν αὐτὴν ὄνυξιν. Οὐκ ἦν ἐπὶ τούτοις οὐδὲ ὑποστένειν ἡμᾶς, οὔκουν οὐδὲ κατ' ὄψιν σκυθρωπάζειν, ἃ δὴ τοῖς ἐν κλύδωνι συμφορῶν ἀνεῖται πρὸς ἐκβολὴν τοῦ κατὰ ψυχὴν ἄχθους. Πολὺ γὰρ αὐτοῖς ἐνταῦθα τὸ «διάβολε, τὶ στενάζεις;». Ἐβούλοντο γὰρ ἀναισθητεῖν ἡμᾶς καὶ φρενοβλαβεῖν, ὡς καὶ χαίρειν ἐφ' οἷς κακῶς ἐπάσχομεν. Εἰ δέ πῃ ξυμπεσὸν ὧδε γελᾶν εἴτε μειδιᾶν ἐπέλθοι τινί, χολὴ καὶ τοῦτο δριμεῖα τῷ κατιδόντι Λατίνῳ. Ἐνόμιζε γάρ, ὡς ἔοικεν, ἢ καταγελᾶν ἡμᾶς τῶν λατινικῶν πράξεων ἢ ἀγαθὰ καραδοκοῦντας ὁ χαιρέκακος εἴτε καὶ πεπονθότας ἀγαλλιᾶσθαι, ὃ τοῖς ἐχθροῖς ἀπενέφαινε. Καὶ τοίνυν δακτύλους εἰς γρόνθον ἔπτυσσον καὶ τὴν χεῖρα γογγυλίζοντες ἐρρύθμιζον πὺξ πλήττειν, «τί γελᾷς, ὦ διάβολε» βατταρίζοντες, καὶ οὕτω τὴν αἰθρίαν τοῦ μειδιάματος εἰς νέφος δακρυόεν μετέστρεφον ἤ, καὶ ἑτέρως εἰπεῖν, τὸν γελῶντα ∆ημόκριτον εἰς Ἡράκλειτον μετεποίουν δακρύοντα. Ἀνεψηλαφῶντο παρ' αὐτῶν καὶ τὰ τῶν παροδευόντων προκόλπια καὶ ἐξεκενοῦντο, εἴ τί που καὶ ἔφερον χρηματισμοῦ, εἰ καὶ βραχύ τι ἐκεῖνο ἦν. Περιειργάζοντο καὶ μηρούς, μή που μαχαίρας παρήρτηνται. Καὶ εἴ που εὑρεθείη ἐγχειρίδιον ὁποιονοῦν, αἱ μὲν κόρσαι τοῦ φέροντος εἶχον πληγάς, ὁ δὲ Λατῖνος τὴν μάχαιραν. Ἔδει καὶ διερρηγμένα πάντας ἡμᾶς περιδεδύσθαι· εἰ γάρ τις ἱματίζετο εἰς ἀκέραιον, ἀνεθεματίζετο παρ' αὐτοῖς ὁ μὴ λωποδυτήσας τὸν ἄνθρωπον. Ὅτε δὲ τἆλλα παρήσουσιν, ἐπεβούλευον ταῖς ἑκάστων κεφαλαῖς, ἐπίσης μισοῦντες τούς τε ἀκειρεκόμας, τούς τε βαθυπώγωνας. Καὶ οὐκ ἦν ἰδεῖν 132 ἄνδρα εἴτε καὶ παῖδα τύχης τῆς οἱασοῦν μὴ κουρίαν κατὰ κύκλον, ὁποία τις οἶμαι καὶ ἡ παροιμιαζομένη ἑκτόρειος κουρά, εἴτ' οὖν ἡ κατὰ Θησέα τὰ πρόσθια· ὡς τό γε ἀντίθετον βαθεῖαι ἦσαν αἱ πάλαι κόμαι κατὰ τοὺς Ἄβαντας καὶ οὐ κατὰ τοὺς Λατίνους τούτους, κύκλωθι τροχαλαὶ καί, ὡς [εἰς] εἰπεῖν, ἀκρόκομοι. Καὶ ὑπούργει πρὸς ταῦτα τοῖς τῶν τριχῶν ἐπιστρόφοις Λατίνοις πῇ μὲν ξυρός, πῇ δὲ μάχαιρα, τοῖς δὲ θερμοτέροις καὶ ξίφος· καὶ αὐτίκα καὶ ὁ πώγων ἠλαφρύνετο τῷ οὕτω κειραμένῳ ἀνδρί. Καὶ ἦν πάντῃ σπάνιον ἰδεῖν ἄνδρα Ῥωμαῖον ἄρτιον τὴν κεφαλήν. Εἶχον γὰρ ἀνάπαλιν τῷ «θρὶξ ἐκ τῆς κεφαλῆς ἡμῶν οὐ μὴ ἀπόληται». Ἡ γὰρ πολλὴ ἁμαρτία, δι' ἣν καὶ πρωῒ πεποινηλατήμεθα, κατὰ τὸν αὐχήσαντα τὰ εἰς τὰς πρωΐας ἀποκτένειν τοὺς ἁμαρτωλοὺς τῆς γῆς καὶ ἐξολοθρεύειν ἐκ πόλεως κυρίου τοὺς ἐργαζομένους τὸ ἄνομον, μέχρι καὶ ἐς αὐτὰς τρίχας τὸ κακὸν ἡμῖν ἐκορύφωσεν, ἵνα εἰς τὸ πᾶν ῥιγῶμεν ἐψιλωμένοι καὶ τὰς κεφαλάς. Κἂν εἴ που διεκπέφευγέ τινι πώγων καὶ ἦν καθιέμενος κοσμίως, ὡς εἶχε φύσεως, ἁπτόμενοι τούτου οἱ φαῦλοι κουρεῖς τῇ ἑτέρᾳ χειρί, θατέρᾳ δὲ τῶν κατὰ κεφαλὴν τριχῶν, ταῦτα μὲν εἶναι καλὰ ἔλεγον, ἐκεῖνα δὲ κακά, τὰ τοῦ πώγωνος, ἀστεϊζόμενοι ἐν οὐ παικτοῖς. Στέργοντες δὲ οὕτω τὴν ἐπὶ τοιούτοις πρὸς αὑτοὺς ἡμετέραν ἐξομοίωσιν, τὸ συζῆν αὐτοῖς ὅμως ἀπέστεργον· διόπερ οὐδὲ συμβιοτεύειν ἡμῖν ᾑροῦντο. Ἀλλ' ὅτε τις τῶν οἰκοδεσποτούντων ὧδε καὶ ἐκεῖ πλαζόμενος ἀναπολήσει τὴν οἰκίαν εἰς νοῦν καὶ φαντάσεται τὰ ἑαυτοῦ καὶ ἐπιθυμήσει παρελθεῖν ἐκεῖ καὶ ἐγγίσει καὶ παρακύψει ἐντὸς καὶ ἐρωτηθείη τίς ὢν οὕτω ποιεῖ καὶ ἐξείπῃ αὐτὸς τοῦ οἴκου κύριός ποτε εἶναι, παρελαμβάνετο μὲν ἡδέως καὶ ὑπανεχόμενος ὡς ἐπὶ τιμῇ ἔβαινεν ἁβρὸς ἔσω καὶ εἶχεν ἀσπασμὸν καὶ προεδρίαν καὶ βρῶσιν καὶ τὸ πιεῖν, τὰ δ' ἐπὶ τούτοις τῷ ἀνδρὶ ἐκ τῶν βαρβάρων δεξιώματα θανατηρά· κρεμάθραι γὰρ καὶ αἰκισμοὶ καὶ ἐξ ἀχύρων καπνοὶ καὶ ἕτερα καινότροπα κακὰ ἐπὶ χρημάτων ἐκφάνσει καὶ δόσει. Ὧν διδομένων πάλιν κύκλος ἐν τοῖς αὐτοῖς· ἀναρτήσεις γὰρ τοῦ ἀθλίου καὶ καταφοραὶ βαρεῖαι πληγῶν, ἕως ἂν ἢ ἐμπλησθῶσι