41
τότε τοῦτο μεῖζον ἀπέφηνας. Εἰ γὰρ, ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν, τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, 63.621 ὡσπεροῦν καὶ ὁ τελώνης· ὅταν δίκαιοι ὄντες ἁμαρτωλοὺς ἑαυτοὺς εἶναι νομίζωμεν, πόσῳ μᾶλλον; Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας 63.622 εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. Ὡς γὰρ ὑπερηφάνοις οἶδεν ὁ Θεὸς ἀντιτάσσεσθαι, οὕτω διδόναι χάριν τοῖς ταπεινοῖς· ὅτι αὐτῷ πρέπει δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.
Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν
ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην; Τὰ ἔργα ἐπ' ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Μεμαρτύρητο καὶ Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς, ἀλλὰ Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημοσύνην ἐνώπιον τοῦ Θεοῦ. Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Ἀλλὰ πέμψον, φησὶ, εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι τὰ ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Εἰ οὖν ἐξ ὧν λέγει Πέτρος, σώζεται καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτὴν τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Λέγεταί τις καὶ τῶν ἔξωθεν φιλοσόφων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει· ἐπειδὴ δὲ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστρωμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς ὡς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; καὶ μάλα εἰκότως. Ὅταν γὰρ τοὺς μὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, τὴν δὲ ψυχὴν περιορᾷς ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπασσομένην κυνῶν, ποίαν οὐκ ἂν, εἰπέ μοι, ὑποστήσῃ τιμωρίαν; Χρήματα μὲν γὰρ ἂν ἀπολέσῃς, δυνήσῃ δοῦναι 63.622 χρήματα, κἂν οἰκίαν, κἂν ἀνδράποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν ἐπιδοῦναι ψυχὴν οὐ δυνήσῃ, ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς ἅπαντα, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης ἅπαντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς ψυχὴν ἀγοράσαι μίαν. Εἰ γὰρ ἐπὶ σώματος, κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς καὶ πόλεις καὶ