ἔστω παρ' ὑμῖν, φησὶ, τῶν τοιούτων ὁ λόγος· τί γὰρ ἀδικήσει τῆς ἐκείνων γλώττης τὸ ἄτακτον τὸν εὖ βεβηκότα νοῦν; Τοῖς γὰρ εὐσεβῶς εἰδόσι φιλοσοφεῖν, οὐκ ἄκαρπον ἔσεσθαί φησι τὴν ἐπὶ τούτων ὑπομονὴν, ἀλλ' εὐθυ μίας τῆς ἀνωτάτω πρόξενον. ∆ιαδείκνυσι δὲ πρὸς τούτῳ χρησίμως, ὡς ξένον αὐτοῖς οὐδὲν συμβήσεται καὶ ταῦτα παθοῦσιν· ἔσονται δὲ μᾶλλον κατ' ἐκεί νους, οἳ καὶ πρὸ αὐτῶν τοὺς θείους καὶ ἄνωθεν τοῖς ἐξ 72.593 Ἰσραὴλ διαπορθμεύοντες λόγους, ἐδιώχθησαν, ἐπρίσθη σαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, λοιδοριῶν ἠνέσχοντο ἀδίκως αὐτοῖς ἐπενηνεγμένων. Οὐκοῦν δίδωσιν ἐκεῖνο νοεῖν, ὡς ὧν ἂν γένοιτο μιμηταὶ, τούτων ἔσονται καὶ κοινωνοί· καὶ προφητικῶν στεφάνων οὐκ ἀμοι ρήσουσι, τὴν ἐκείνοις ἐντριβῆ βαδίσαντες ὁδόν. 9Οὐαὶ ὑμῖν, τοῖς πλουσίοις.9 (A f. 100 b) Προαναφωνήσας αἰτίαν παντὸς ἀγα θοῦ τὴν διὰ Θεὸν πτωχείαν, καὶ τὸ πεινῇν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθ ίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτων, καὶ διαδείκνυσιν αὐτὰ κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῇ μὲν τῶν στεφάνων ἐπιθυμίᾳ, καὶ τῇ τοῦ μακαρισμοῦ ἐφέσει, σαγηνεύωνται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν πεί θωνται· τῷ δὲ φόβῳ τῆς ἐπηρτημένης κολάσεως, φεύγωσι τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν ἐν τέρψεσι κοσμικαῖς. Καὶ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασι λείας φησὶ, τοὺς δὲ ἐσχάταις περιπεσεῖσθαι συμ φοραῖς· "Ἀπέχετε γὰρ, φησὶ, τὴν παράκλησιν ὑμῶν." Ἔξεστι δὲ τοῦτο ἰδεῖν, ὡς ἐν πίνακι καλῶς γεγραμμένον, ἐν τῇ περὶ τοῦ πλουσίου καὶ Λαζάρου παραβολῇ· "Ἀπέλαβες γὰρ, φησὶ πρὸς τὸν πλού σιον, τὰ ἀγαθά σου ἐπὶ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ αὐτὸς ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυ νᾶσαι." Ἀλλὰ φέρε, καθ' ἑαυτοὺς ἐκεῖνο γυμνάσω μεν. Ἆρα, εἴ τίς ἐστι πλούσιος ἐν κόσμῳ, οὗτος ἀπώλισθε πάντως τοῦ προσδοκᾷν ἐλεεῖσθαι παρὰ Θεοῦ; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον· ἐξῆν τῷ πλουσίῳ κατελεῆσαι τὸν Λάζαρον, ὡς καὶ τῆς αὐτοῦ παρακλήσεως γένηται κοινωνός. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς τὸν ἐπίγειον ἔχουσι πλοῦτον, ὁδὸν ὑπέδειξε σωτηρίας, εἰπών· "Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὑποδέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς." 9Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.9 (α φ 101 b, B f. 66, E f.118 b) Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι "Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· πάντα γὰρ γέγονεν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ καινὰ, καὶ διαθήκη, καὶ νόμος, καὶ πολιτεία." Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυστ αγωγοῖς ἡ τοιάδε πολιτεία τε καὶ ζωὴ, οἳ ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κή ρυγμα. Καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμή τους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς καὶ πολυτρόπως ἐπιβουλεύοντας· ἀλλ' εἰ συνέβη ταῖς τοιαύταις λύ παις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνε σθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἂν καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κή ρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. Ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις, τὸν τῶν ἁγίων μυσταγωγῶν ἀναχαιτίσαι νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί 72.596 τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμε τέραν· ἔτι γὰρ ἀπηρτημένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς τὸν Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο, λέγων· "Ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι." Ναὶ μὲν καὶ ὁ μακάριος Στέφανος, καίτοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα, προσηύξατο λέγων· "Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην." Καὶ ὁ θεῖος δὲ Παῦλός φησι· "Λοιδορούμενοι, εὐλο γοῦμεν· δυσφημούμενοι, παρακαλοῦμεν." Οὐκοῦν ἀναγκαία μὲν ἡ τοιάδε παραίνεσις τῶν ἁγίων ἀπο στόλων· χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς, εἴς γε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας· δυσκατόρθωτον δὲ ἀποτε λοῦσιν